previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

35. κἀν τούτῳ οἱ στρατιῶται, ἀγγελίας ἐλθούσης ὅτι τε Ἀριόουιστος ἰσχυρῶς παρασκευάζεται, καὶ ὅτι καὶ ἕτεροι τῶν Κελτῶν πολλοὶ οἱ μὲν διαβεβήκασιν ἤδη τὸν Ῥῆνον ὡς ἐπὶ βοήθειαν αὐτοῦ, οἱ δὲ καὶ ἐπ᾽ αὐτῷ τῷ ποταμῷ συνειλέχαται 1 ὅπως ἐξαίφνης σφίσιν ἐπίθωνται, δεινῶς ἠθύμησαν: [2] τά τε γὰρ μεγέθη αὐτῶν καὶ τὸ πλῆθος τό [p. 272] τε θράσος καὶ τὰς ἀπ᾽ αὐτοῦ προχείρους ἀπειλὰς ἐκπλαγέντες οὕτω διετέθησαν ὡς μηδὲ πρὸς ἀνθρώπους τινὰς ἀλλὰ πρὸς θηρία ἄπορα καὶ ἄγρια προσοισόμενοι. καὶ ἐθρύλουν ὅτι πόλεμον οὔτε προσήκοντα οὔτε ἐψηφισμένον διὰ τὴν ἰδίαν τοῦ Καίσαρος φιλοτιμίαν ἀναιροῖντο, καὶ προσεπηπείλουν ἐγκαταλείψειν αὐτόν, ἂν μὴ μεταβάληται. [3] μαθὼν οὖν ταῦτ᾽ ἐκεῖνος τῷ μὲν πλήθει τῶν στρατιωτῶν οὐδὲν διελέξατο ῾οὔτε γὰρ καλὸν ἐνόμιζεν εἶναι τοιαῦτα πρὸς πολλοὺς λέγειν, καὶ ταῦτ᾽ ἐς τοὺς πολεμίους μέλλοντα ἐκφοιτήσειν, καὶ ἔδεισε μή πως ἀπειθήσαντες θορυβήσωσι καὶ κακόν τι ἐξεργάσωνταἰ, τοὺς δὲ δὴ ὑπάρχους καὶ τοὺς ὑπομείονας ἀθροίσας τοιάδε ἐν αὐτοῖς ἔλεξεν.

1 suneile/xatai St., suneilo/xatai L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: