previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

39.

τοιαῦτα γοῦν ἔχοντες παραδείγματα, μήτε τὰ τῶν πατέρων ἔργα καταισχύνητε μήτε τὴν ἀρχὴν μεγίστην ἤδη οὖσαν προῆσθε. οὐδὲ γὰρ οὐδ᾽ ἀπ᾽ ἴσης ἡμῖν τε καὶ τοῖς ἄλλοις τοῖς μηδὲν τῶν ὁμοίων κεκτημένοις βουλευτέον ἐστίν. [2] ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ ῥᾳστωνεύειν καὶ μετὰ ἀσφαλείας ἄλλοις ὑποπεπτωκέναι, ἡμῖν δ᾽ ἀναγκαῖόν ἐστι καὶ πονεῖν καὶ στρατεύεσθαι καὶ μετὰ κινδύνων τὴν παροῦσαν εὐδαιμονίαν φυλάττειν. πολλοὶ 1 γὰρ ἐπιβουλεύουσιν 2 αὐτῇ: πᾶν γὰρ τὸ ὑπεραῖρόν τινας καὶ ζηλοῦται καὶ φθονεῖται, κἀκ τούτου πόλεμος ἀίδιός ἐστιν ἅπασι τοῖς καταδεεστέροις πρὸς τοὺς ἔν τινι [3] αὐτῶν ὑπερέχοντας. 3 οὖν ἀπὸ πρώτης ἐχρῆν μηδὲν διαφερόντως ἡμᾶς τῶν ἄλλων ἀνθρώπων ηὐξῆσθαι, , ἐπείπερ τηλικοῦτοι γεγόναμεν καὶ τοσαῦτα κεκτήμεθα, πέπρωταί τε ἄρχειν τῶν ἄλλων ἐγκρατῶς καὶ αὐτοὺς παντελῶς ἀπολέσθαι ῾τοῖς γὰρ ἔς τε ἀξίωμα τοσοῦτον καὶ ἐς δύναμιν τηλικαύτην προκεχωρηκόσιν ἀδύνατόν ἐστιν ἀκινδύνως ἰδιωτεῦσαἰ, πειθώμεθα τῇ τύχῃ, μηδὲ ἑκοῦσαν αὐτὴν καὶ αὐτεπάγγελτον τοῖς τε πατράσιν ἡμῶν ὑπάρξασαν καὶ ἡμῖν [4] παραμένουσαν ἀπωσώμεθα. ἔσται δὲ τοῦτο οὐκ ἂν τὰ ὅπλα ῥίψωμεν, οὐδ᾽ ἂν τὰς τάξεις ἐκλίπω- [p. 282] μεν, 4 οὐδ᾽ ἂν διὰ κενῆς οἴκοι καθώμεθα 5 καὶ παρὰ τοῖς συμμάχοις πλανώμεθα, ἀλλὰ ἂν τά τε ὅπλα διὰ χειρὸς ἀεὶ ἔχωμεν ῾οὕτω γὰρ μόνως εἰρήνη σώζεταἰ καὶ τὰ ἔργα τοῦ πολέμου διὰ κινδύνων ἀσκῶμεν ῾οὕτω γὰρ μόνως οὐκ ἀεὶ πολεμήσομεν᾽, [5] τοῖς τε δεομένοις τῶν συμμάχων ἀπροφασίστως ἐπικουρῶμεν ῾οὕτω γὰρ πολὺ πλείους ἕξομεν᾽ καὶ τοῖς ἀεί τι παρακινοῦσι τῶν πολεμίων 6 μὴ ἐπιτρέπωμενοὕτω γὰρ οὐδεὶς ἔθ᾽ ἡμᾶς ἀδικεῖν ἐθελήσει).

1 polloi\ Bk., polloi/ te L.

2 e)pibouleu/ousin Wagner, e)piqumou=sin L.

3 h)\ Rk., mh\ L.

4 e)kli/pwmen Dind., e)klei/ywmen L.

5 kaqw/meqa Pflugk, kaqh/meqa L.

6 polemi/wn Xyl., pole/mwn L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: