Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[105]
οὐ τὴν αὐτὴν γνώμην ἔχοντες ἀλλήλοις, ἀλλ᾽ οἱ μὲν εἰσόμενοι εἰ χρὴ πιστεύειν τοῖς νόμοις τοῖς κειμένοις καὶ τοῖς ὅρκοις οὓς ὠμόσατε ἀλλήλοις, οἱ δὲ ἀποπειρώμενοι τῆς ὑμετέρας γνώμης, εἰ αὐτοῖς ἐξέσται ἀδεῶς συκοφαντεῖν καὶ γράφεσθαι, τοὺς δὲ ἐνδεικνύναι, τοὺς δὲ ἀπάγειν. οὕτως οὖν ἔχει, ὦ ἄνδρες: ὁ μὲν ἀγὼν ἐν τῷ σώματι τῷ ἐμῷ καθέστηκεν, ἡ δὲ ψῆφος ἡ ὑμετέρα δημοσίᾳ κρινεῖ,1 πότερον χρὴ τοῖς νόμοις τοῖς ὑμετέροις πιστεύειν, ἢ τοὺς συκοφάντας παρασκευάζεσθαι, ἢ φεύγειν αὐτοὺς ἐκ τῆς πόλεως καὶ ἀπιέναι ὡς τάχιστα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.