Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[134]
κερδήναντες δὲ ἓξ1 τάλαντα, γνόντες τὸ πρᾶγμα οἷον εἴη, ὡς πολλοῦ ἄξιον,2 συνέστησαν πάντες, καὶ μεταδόντες τοῖς ἄλλοις ἐωνοῦντο πάλιν τριάκοντα ταλάντων. ἐπεὶ δ᾽ οὐκ ἀντεωνεῖτο οὐδείς, παρελθὼν ἐγὼ εἰς τὴν βουλὴν ὑπερέβαλλον, ἕως ἐπριάμην ἓξ καὶ τριάκοντα ταλάντων. ἀπελάσας δὲ τούτους καὶ καταστήσας ὑμῖν ἐγγυητὰς ἐξέλεξα τὰ χρήματα καὶ κατέβαλον τῇ πόλει καὶ αὐτὸς οὐκ ἐζημιώθην, ἀλλὰ καὶ βραχέα ἀπεκερδαίνομεν οἱ μετασχόντες: τούτους δ᾽ ἐποίησα τῶν ὑμετέρων μὴ διανείμασθαι ἓξ τάλαντα ἀργυρίου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.