Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
αἱ μὲν μηνύσεις ὧδε περὶ τῶν μυστηρίων αὗται ἐγένοντο τέτταρες: οἳ δὲ ἔφυγον1 καθ᾽ ἑκάστην μήνυσιν, ἀνέγνων ὑμῖν τὰ ὀνόματα αὐτῶν, καὶ οἱ μάρτυρες μεμαρτυρήκασιν. ἔτι δὲ πρὸς τούτοις ἐγὼ πιστότητος ὑμῶν ἕνεκα, ὦ ἄνδρες, τάδε ποιήσω. τῶν γὰρ φυγόντων2 ἐπὶ τοῖς3 μυστηρίοις οἱ μέν τινες ἀπέθανον φεύγοντες, οἱ δ᾽ ἥκουσι καὶ εἰσὶν ἐνθάδε καὶ πάρεισιν ὑπ᾽ ἐμοῦ κεκλημένοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.