Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἀντιλέγοντος δὲ Ἀλκιβιάδου πολλὰ καὶ ἐξάρνου ὄντος ἔδοξε τοῖς πρυτάνεσι τοὺς μὲν ἀμυήτους μεταστήσασθαι, αὐτοὺς δ᾽ ἰέναι ἐπὶ τὸ μειράκιον ὃ ὁ Πυθόνικος ἐκέλευε. καὶ ᾤχοντο, καὶ ἤγαγον θεράποντα Ἀρχεβιάδου τοῦ Πολεμάρχου1: Ἀνδρόμαχος αὐτῷ ὄνομα ἦν. ἐπεὶ δὲ ἐψηφίσαντο αὐτῷ τὴν ἄδειαν, ἔλεγεν ὅτι ἐν τῇ οἰκίᾳ τῇ Πουλυτίωνος γίγνοιτο μυστήρια: Ἀλκιβιάδην μὲν οὖν καὶ Νικιάδην καὶ Μέλητον, τούτους μὲν αὐτοὺς εἶναι τοὺς ποιοῦντας, συμπαρεῖναι δὲ καὶ ὁρᾶν τὰ γιγνόμενα καὶ ἄλλους, παρεῖναι δὲ καὶ δούλους, ἑαυτόν τε καὶ τὸν ἀδελφὸν καὶ Ἱκέσιον τὸν αὐλητὴν καὶ τὸν Μελήτου δοῦλον.
1 Ἀρχεβιάδου τοῦ Πολεμάρχου Marchant: Ἀρχεβιάδου πρὸς τὸν πολέμαρχον Helbig: ἀλκιβιάδου Πολεμάρχου Bekker: ἀλκιβιάδου πολέμαρχον codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.