Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
ἥκειν ἔφη τῇ ὑστεραίᾳ, καὶ δὴ κόπτειν τὴν θύραν: τὸν δὲ πατέρα τὸν ἐμὸν τυχεῖν ἐξιόντα, καὶ εἰπεῖν αὐτῷ1: “ἆρά γε σὲ οἵδε περιμένουσι; χρὴ μέντοι μὴ ἀπωθεῖσθαι τοιούτους φίλους.” εἰπόντα δὲ αὐτὸν ταῦτα οἴχεσθαι. καὶ τούτῳ μὲν τῷ τρόπῳ τὸν πατέρα μου ἀπώλλυε, συνειδότα ἀποφαίνων. εἰπεῖν δὲ ἡμᾶς ὅτι δεδογμένον ἡμῖν εἴη δύο μὲν τάλαντα ἀργυρίου διδόναι οἱ ἀντὶ τῶν ἑκατὸν μνῶν τῶν ἐκ τοῦ δημοσίου, ἐὰν δὲ κατάσχωμεν ἡμεῖς ἃ βουλόμεθα, ἕνα αὐτὸν2 ἡμῶν εἶναι, πίστιν δὲ τούτων δοῦναί τε καὶ δέξασθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.