Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
αὐτίκα ἐγὼ πολλῶν μοι ἀπαγγελλόντων ὅτι λέγοιεν οἱ ἐχθροὶ ὡς ἄρα ἐγὼ οὔτ᾽ ἂν ὑπομείναιμι οἰχήσομαί τε φεύγων, — “τί γὰρ ἂν καὶ βουλόμενος Ἀνδοκίδης ἀγῶνα τοσοῦτον ὑπομείνειεν, ᾧ ἔξεστι μὲν ἀπελθόντι ἐντεῦθεν ἔχειν πάντα τὰ ἐπιτήδεια, ἔστι δὲ πλεύσαντι εἰς Κύπρον, ὅθεν περ ἥκει, γῆ1 πολλὴ καὶ ἀγαθὴ διδομένη καὶ δωρεὰν2 ὑπάρχουσα; οὗτος ἄρα βουλήσεται περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ κινδυνεῦσαι; εἰς τί ἀποβλέψας; οὐχ ὁρᾷ τὴν πόλιν ἡμῶν ὡς διάκειται;”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.