previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Φιλοκτήτης

1170πάλιν πάλιν παλαιὸν ἄλγημ᾽ ὑπέμνασας,
λῷστε τῶν πρὶν ἐντόπων.
τί μ᾽ ὤλεσας; τί μ᾽ εἴργασαι;


Χορός

τί τοῦτ᾽ ἔλεξας;


Φιλοκτήτης

εἰ σὺ τὰν ἐμοὶ στυγερὰν
1175Τρῳάδα γᾶν μ᾽ ἤλπισας ἄξειν.


Χορός

τόδε γὰρ νοῶ κράτιστον.


Φιλοκτήτης

ἀπό νύν με λείπετ᾽ ἤδη.


Χορός

φίλα μοι, φίλα ταῦτα παρήγγειλας ἑκόντι τε πράσσειν.
ἴωμεν ἴωμεν
1180ναὸς ἵν᾽ ἡμῖν τέτακται.


Φιλοκτήτης
μή, πρὸς ἀραίου Διός, ἔλθῃς, ἱκετεύω.

Χορός
μετρίαζ᾽.

Φιλοκτήτης

ξένοι, μείνατε, πρὸς θεῶν.

Χορός
τί θροεῖς;

Φιλοκτήτης

αἰαῖ αἰαῖ, δαίμων δαίμων:
ἀπόλωλ᾽ τάλας:
ποὺς πούς, τί σ᾽ ἔτ᾽ ἐν βίῳ
τεύξω τῷ μετόπιν τάλας;
1190 ξένοι, ἔλθετ᾽ ἐπήλυδες αὖθις.

Χορός

τί ῥέξοντες ἀλλοκότῳ
γνώμᾳ τῶν πάρος, ὧν προύφαινες;

Φιλοκτήτης

οὔτοι νεμεσητόν,
ἀλύοντα χειμερίῳ
1195λύπᾳ καὶ παρὰ νοῦν θροεῖν.

Χορός

βᾶθί νυν, τάλαν, ὥς σε κελεύομεν.

Φιλοκτήτης

οὐδέποτ᾽ οὐδέποτ᾽, ἴσθι τόδ᾽ ἔμπεδον,
οὐδ᾽ εἰ πυρφόρος ἀστεροπητὴς
βροντᾶς αὐγαῖς μ᾽ εἶσι φλογίζων.
1200ἐρρέτω Ἴλιον οἵ θ᾽ ὑπ᾽ ἐκείνῳ
πάντες ὅσοι τόδ᾽ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι.
ἀλλ᾽, ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε.

Χορός
ποῖον ἐρεῖς τόδ᾽ ἔπος;

Φιλοκτήτης
ξίφος, εἴ ποθεν,
1205 γένυν βελέων τι προπέμψατε.

Χορός

ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ;

Φιλοκτήτης

χρῶτ᾽ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί:
φονᾷ φονᾷ νόος ἤδη.

Χορός
τί ποτε;

Φιλοκτήτης
πατέρα ματεύων.

Χορός
ποῖ γᾶς;

Φιλοκτήτης
ἐς Ἅιδου:
οὐ γάρ ἐστ᾽ ἐν φάει γ᾽ ἔτι.
πόλις, πατρία,
πῶς ἂν εἰσίδοιμ᾽ ἄθλιός σ᾽ ἀνήρ,
1215ὅς γε σὰν λιπὼν ἱερὰν
λιβάδ᾽ ἐχθροῖς ἔβαν Δαναοῖς
ἀρωγός: ἔτ᾽ οὐδέν εἰμι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Sir Richard Jebb, 1898)
load focus English (Robert Torrance)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1246
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: