Χορός
ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα
ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.
Νεοπτόλεμος
ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,
320ὡς εἴσ᾽ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν
ἀνδρῶν Ἀτρειδῶν τῆς τ᾽ Ὀδυσσέως βίας.
Φιλοκτήτης
ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις
ἔγκλημ᾽ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;
Νεοπτόλεμος
θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,
325ἵν᾽ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θ᾽ ὅτι
χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.
Φιλοκτήτης
εὖ γ᾽, ὦ τέκνον: τίνος γὰρ ὧδε τὸν μέγαν
χόλον κατ᾽ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;
Νεοπτόλεμος
ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δ᾽ ἐρῶ,
330ἅγωγ᾽ ὑπ᾽ αὐτῶν ἐξελωβήθην μολών.
ἐπεὶ γὰρ ἔσχε μοῖρ᾽ Ἀχιλλέα θανεῖν,
Φιλοκτήτης
οἴμοι: φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω
πρῶτον τόδ᾽, ἦ τέθνηχ᾽ ὁ Πηλέως γόνος;
Νεοπτόλεμος
τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ᾽ ὕπο,
335τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.
Φιλοκτήτης
ἀλλ᾽ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών:
ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν
πάθημ᾽ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.
Νεοπτόλεμος
οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σ᾽, ὦ τάλας,
340ἀλγήμαθ᾽, ὥστε μὴ τὰ τῶν πέλας στένειν.
Φιλοκτήτης
ὀρθῶς ἔλεξας: τοιγαροῦν τὸ σὸν φράσον
αὖθις πάλιν μοι πρᾶγμ᾽, ὅτῳ σ᾽ ἐνύβρισαν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.