previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλοκτήτης

πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;

Νεοπτόλεμος

ἀπώμοσ᾽ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.

Φιλοκτήτης

1290 φίλτατ᾽ εἰπών, εἰ λέγεις ἐτήτυμα.

Νεοπτόλεμος

τοὔργον παρέσται φανερόν: ἀλλὰ δεξιὰν
πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.

Ὀδυσσεύς

ἐγὼ δ᾽ ἀπαυδῶ γ᾽, θεοὶ ξυνίστορες,
ὑπέρ τ᾽ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.

Φιλοκτήτης

1295τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως, ἐπῃσθόμην;

Ὀδυσσεύς
σάφ᾽ ἴσθι: καὶ πέλας γ᾽ ὁρᾷς,
ὅς σ᾽ ἐς τὰ Τροίας πεδί᾽ ἀποστελῶ βίᾳ,
ἐάν τ᾽ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ:

Φιλοκτήτης

1300ἀλλ᾽ οὔ τι χαίρων, ἢν τόδ᾽ ὀρθωθῇ βέλος.

Νεοπτόλεμος

, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος.

Φιλοκτήτης

μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.

Νεοπτόλεμος
οὐκ ἂν μεθείην.

Φιλοκτήτης
φεῦ: τί μ᾽ ἄνδρα πολέμιον
ἐχθρόν τ᾽ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;

Νεοπτόλεμος

1305ἀλλ᾽ οὔτ᾽ ἐμοὶ τοῦτ᾽ ἐστὶν οὔτε σοὶ καλόν.

Φιλοκτήτης

ἀλλ᾽ οὖν τοσοῦτόν γ᾽ ἴσθι, τοὺς πρώτους στρατοῦ,
τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.

Νεοπτόλεμος

εἶεν: τὰ μὲν δὴ τόξ᾽ ἔχεις, κοὐκ ἔσθ᾽ ὅτου
ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ.

Φιλοκτήτης

1310ξύμφημι: τὴν φύσιν δ᾽ ἔδειξας, τέκνον,
ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,
ἀλλ᾽ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτ᾽ ἦν
ἤκου᾽ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Sir Richard Jebb, 1898)
load focus English (Robert Torrance)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: