previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 82] σκυβάλοισι τοῖσι ξυνήθεσι, ἔτι καὶ μελαντέρη χροιή. τῆς γὰρ σπληνὸς τροφῆς τὸ περιττὸν ἐς ἔξοδον περίττωμα γίγνεται.

καὶ ἐπὶ κώλῳ καὶ γαστρὶ ἴκτερος, ἤνπερ εἰς πέψιν γαστὴρ καὶ τὸ κῶλον κακωθῇ: καὶ γὰρ καὶ ἐν κώλῳ πέψις, καὶ ἀπὸ τοῦδε ἐς τὸ ἧπαρ ἀναγωγὴ τροφῆς. ἢν οὖν ὠμοτέρην τὸ ἧπαρ τὴν ἄλλην τροφὴν λάβῃ, τὴν μὲν ἰδίην ἐργασίην πονέει, τὴν δὲ ὀθνείην ἐᾷ.1 τὸ γὰρ ἐν τῇ ἀναδόσι αἷμα τὴν ἀεργίην τὴν τοῦ κώλου ἐπέχον διασπείρει παντὶ χεόμενον: ἀπεψίη δὲ ἐν κώλῳ χολῆς ἐστι ἐργασίη.2

ὧδε καὶ ἐπὶ παντὶ γίγνεσθαι σπλάγχνῳ δυνατὸν ἴκτερον, οὐ μόνον τῶν ἐς τὸ ἧπαρ πεμπόντων τροφὴν, ἀλλὰ κἢν ἀπὸ ἥπατος λαμβάνῃ. οὐ γὰρ ὀχετοῖσι αἰσθητοῖσι μοῦνον φύσις παντὶ διαπέμπει τὴν τροφὴν, ἀλλὰ πολλῷ πλέον ἀτμοῖσι, οἵπερ ἀπὸ παντὸς εἰς πᾶν ἐνεχθῆναι Ρ῾ηΐδιοι, τῆς φύσιος αὐτοὺς καὶ διὰ στερεῶν καὶ πυκινῶν ἀγούσης : γίγνονται οὖν οἱ ἀτμοὶ χολόβαφοι, καὶ χρώζουσι, ἂν ἵζωσι τοῦ σώματος. οὐ μὴν ἐπὶ κώλῳ τῆς κοιλίης ἔκκρισις λευκή. ἀσινὲς γὰρ τὸ ἧπαρ ἐς γένεσιν, καὶ ἐκροὴν ἴσχει ἐπὶ ἔντερα χολῆς.

δυνατωτάτη δὲ καὶ ἐπὶ τῷ παντὶ ἕξις ἴκτερον τεκεῖν. ἴσχει γὰρ καὶ ἐν ὅλῳ τὴν αἰτίην. ἔστι δὲ τοιήδε: παντὶ μὲν τὸ θερμὸν ἐς πέψιν, παντὶ δὲ ὑγρῶν γέννα καὶ διάκρισις, ἄλλων μὲν ἄλλη, ἑκάστῳ δὲ οἰκείη: ἐν σαρκὶ μὲν ἱδρῶς, ἐν ὀφθαλμοῖσι δὲ δάκρυον, ἐν ἄρθροισι δὲ καὶ Ρ῾ινὶ μύξη, ἐν ὠσὶ κυψελίς. ἢν οὖν ἐς ἕκαστον ἔργον τὸ θερμὸν ἐγκάμῃ, αὐτὸ μὲν ἐς δριμὺ καὶ πυρῶδες ἐτράπη: τὰ δὲ ὑγρὰ πάντα γίγνεται χολή: πυρὸς γὰρ ἔργα πικρὰ καὶ χολόβαφα. ἢν δὲ

1 although I have adopted Ermerins' change of ὠμότερον into -ην, I must say I am still not satisfied with this sentence.

2 this sentence is evidently in an unsatisfactory state.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: