Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
αὖθις δὲ περὶ Φιδήνην ἐμαχέσαντο, καὶ τὸ
μὲν πλεῖστον ἔργον αὐτοῦ Ῥωμύλου γενέσθαι, τέχνην τε
μετὰ τόλμης πᾶσαν ἐπιδειξαμένου, ῥώμῃ τε καὶ ποδωκείᾳ πολὺ δόξαντος ἀνθρωπίνης κρείττονι κεχρῆσθαι,
πάντες ὁμολογοῦσι, τὸ δ᾽ ὑπ᾽ ἐνίων λεγόμενον κομιδῇ
μυθῶδές ἐστι, μᾶλλον δ᾽ ὅλως ἄπιστον, ὅτι μυρίων καὶ
τετρακισχιλίων πεσόντων ὑπερημίσεις ἦσαν οὓς αὐτὸς
ἰδίᾳ χειρὶ Ῥωμύλος ἔκτεινεν, ὅπου καὶ Μεσσήνιοι κόμπῳ
χρήσασθαι δοκοῦσι περὶ Ἀριστομένους λέγοντες, ὡς τρὶς
ἑκατομφόνια θύσειεν ἀπὸ Λακεδαιμονίων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.