Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἂν οὖν πέμψωσι
παρθένους τε συχνὰς καὶ γυναικῶν τὰς ἀνάνδρους,
εἰρήνην ἔσεσθαι καὶ φιλίαν αὐτοῖς, ὡς ὑπῆρξε πρὸς Σαβίνους
πρότερον ἐκ τῶν ὁμοίων. ταῦτ᾽ ἀκούσαντες οἱ Ῥωμαῖοι
τόν τε πόλεμον ἐφοβοῦντο, καὶ τὴν παράδοσιν τῶν
γυναικῶν οὐδὲν αἰχμαλωσίας ἐπιεικέστερον ἔχειν ἐνόμιζον.
ἀποροῦσι δ᾽ αὐτοῖς θεράπαινα Φιλωτίς, ὡς δ᾽ ἔνιοι
λέγουσι Τουτόλα καλουμένη, συνεβούλευσε μηδέτερα
ποιεῖν, ἀλλὰ χρησαμένους δόλῳ διαφυγεῖν ἅμα τὸν πόλεμον καὶ τὴν ἐξομήρευσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.