Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
πολλὴν
δὲ καὶ σὺν αὑτῷ δύναμιν ἦγε συλλελοχισμένην εἰς ἑκατοστύας: ἑκάστης δ᾽ ἀνὴρ ἀφηγεῖτο χόρτου καὶ ὕλης
ἀγκαλίδα κοντῷ περικειμένην ἀνέχων: μανίπλα ταύτας
Λατῖνοι καλοῦσιν: ἀπ᾽ ἐκείνου δὲ καὶ νῦν ἐν τοῖς στρατεύμασι τούτους μανιπλαρίους ὀνομάζουσιν.
ἅμα δὲ τοῦ
μὲν Ῥέμου τοὺς ἐντὸς ἀφιστάντος, τοῦ δὲ Ῥωμύλου
προσάγοντος ἔξωθεν, οὔτε πράξας οὐδὲν ὁ τύραννος οὔτε
βουλεύσας σωτήριον ἑαυτῷ διὰ τὸ ἀπορεῖν καὶ ταράττεσθαι, καταληφθεὶς ἀπέθανεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.