Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μιθριδάτην δέ, ἄχρι μὲν ὑπὸ τῶν ἑαυτοῦ στρατηγῶν φενακιζόμενος ἠγνόει τὸν ἐν τῷ στρατοπέδῳ λιμόν, ἠνίων Κυζικηνοὶ διαφεύγοντες τὴν πολιορκίαν. ταχὺ δ᾽ ἐξερρύη τὸ φιλότιμον αὐτοῦ καὶ φιλόνεικον ἐν αἰσθήσει γενομένου τῶν ἀποριῶν, αἷς οἱ στρατιῶται συνείχοντο, καὶ τῶν ἀνθρωποφαγιῶν, ἅτε δὴ μὴ θεατρικῶς μηδ᾽ ἐπιδεικτικῶς Λουκούλλου πολεμοῦντος, ἀλλὰ, τοῦτο δὴ τὸ λεγόμενον, εἰς τὴν γαστέρα ἐναλλομένου καὶ ὅπως ὑφαιρήσει τὴν τροφὴν ἅπαντα πραγματευομένου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.