Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ταῦτα μὲν οὖν ἄνδρες παρεκόμιζον ἡμίονοι δ᾽ ὀκτὼ κλίνας χρυσᾶς ἔφερον, ἓξ δὲ καὶ πεντήκοντα κεχωνευμένον ἀργύριον, ἄλλοι δ᾽ ἑκατὸν ἑπτὰ νομίσματος ἀργυροῦ, μικρῷ τινι δεούσας ἑβδομήκοντα καὶ διακοσίας μυριάδας, ἐν δὲ δέλτοις ἀναγραφαὶ τῶν ἤδη δεδομένων χρημάτων ὑπ᾽ αὐτοῦ Πομπηΐῳ πρὸς τὸν πειρατικὸν πόλεμον καὶ τοῖς ἐπὶ τοῦ δημοσίου ταμείου, καὶ χωρὶς ὅτι στρατιώτης ἕκαστος ἐνακοσίας καὶ πεντήκοντα δραχμὰς ἔλαβεν. ἐπὶ τούτοις τήν τε πόλιν εἱστίασε λαμπρῶς καὶ τὰς περιοικίδας κώμας, ἃς οὐΐκους καλοῦσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.