Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
πυνθανόμενος δὲ Μιθριδάτην τε καὶ Τιγράνην εἰς Λυκαονίαν καὶ Κιλικίαν ὅσον οὔπω διαβιβάζειν δύναμιν ὡς προτέρους ἐμβαλοῦντας εἰς τὴν Ἀσίαν, ἐθαύμαζε τὸν Ἀρμένιον, εἰ γνώμην ἔχων ἐπιθέσθαι Ῥωμαίοις, ἀκμάζοντι μὲν οὐκ ἐχρῆτο Μιθριδάτῃ πρὸς τὸν πόλεμον, οὐδ᾽ ἐρρωμένοις τοῖς ἐκείνου τὰ παρ᾽ αὑτοῦ συνῆπτεν, ἀπολέσθαι δ᾽ ἐάσας καὶ συντριβῆναι νῦν ἐπὶ ψυχραῖς ἐλπίσιν ἄρχεται πολέμου τοῖς ἀναστῆναι μὴ δυναμένοις συγκαταβάλλων ἑαυτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.