Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
γνώμην μὲν οὖν οὐδέτερος εἶχεν ἔν γε τῷ παρόντι διακινδυνεύειν ἔλαφον δὲ λέγεται τῶν βασιλικῶν διωκόντων ὑποτεμνομένους ἀπαντῆσαι τοὺς Ῥωμαίους, ἐκ δὲ τούτου συμπεσόντας ἀγωνίζεσθαι πλειόνων ἑκατέροις ἀεὶ προσγινομένων. τέλος δ᾽ ἐνίκων οἱ βασιλικοί: καὶ τὴν φυγὴν ἐκ τοῦ χάρακος οἱ Ῥωμαῖοι καθορῶντες ἤσχαλλον καὶ συνέτρεχον πρὸς τὸν Λούκουλλον, ἄγειν σφᾶς δεόμενοι καὶ σύνθημα πρὸς τὴν μάχην αἰτοῦντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.