Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
κἀκείνην μὲν αὐτοῦ τὴν ἡμέραν ηὐλίσατο, τῇ δ᾽ ὑστεραίᾳ καὶ
ταῖς ἐφεξῆς προῆγε διὰ τῆς Σωφηνῆς, οὐδὲν ἀδικῶν τοὺς ἀνθρώπους προσχωροῦντας αὐτῷ καὶ δεχομένους τὴν στρατιὰν ἀσμένους, ἀλλὰ καὶ τῶν στρατιωτῶν φρούριόν τι δοκοῦν ἔχειν χρήματα πολλὰ βουλομένων λαβεῖν ‘ἐκεῖνο,’ ἔφη, ‘μᾶλλον τὸ φρούριον ἡμῖν ἐκκοπτέον ἐστί’ δεῖξας τὸν Ταῦρον ἄπωθεν ὄντα, ‘ταῦτα δ᾽ ἀπόκειται τοῖς νικῶσι.’ συντείνας δὲ τὴν πορείαν καὶ τὸν Τίγριν διαβάς ἐνέβαλεν εἰς τὴν Ἀρμενίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.