Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τῶν δὲ περὶ τήν Ἰταλίαν κακῶν, ἃ τότε Σύλλας καὶ Μάριος ἄφθονα καὶ παντοδαπὰ τοῖς ἀνθρώποις παρεῖχον, οὐ πάνυ μετέσχε θείᾳ τινὶ τύχῃ περὶ τὰς ἐν Ἀσίᾳ πράξεις βραδύνας. οὐ μὴν ἔλαττόν τι παρὰ Σύλλα τῶν ἄλλων φίλων ἔσχεν, ἀλλὰ τήν τε γραφὴν, ὡς εἴρηται, τῶν ὑπομνημάτων ἐκείνῳ δι᾽ εὔνοιαν ἀνέθηκε, καὶ τελευτῶν ἐπίτροπον τοῦ παιδὸς ἔγραψεν ὑπερβὰς Πομπήιον. καὶ δοκεῖ τοῦτο πρῶτον αὐτοῖς ὑπάρξαι διαφορᾶς αἴτιον καὶ ζηλοτυπίας νέοις οὖσι καὶ διαπύροις πρὸς δόξαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.