Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ μηδέν εἰσι, ταύτης ἐκποδὼν γενομένης. καταλύονται δὲ 1 καὶ τιμαὶ θεῶν, Ἡλίῳ μὲν 2 μικράν, ἔτι δ᾽ ἐλάττω Σελήνῃ χάριν αὐγῆς μόνον καὶ ἀλέας ἀνθρώπων ἐχόντων. ὀμβρίῳ δὲ Διὶ καὶ προηροσίᾳ Δήμητρι καὶ φυταλμίῳ Ποσειδῶνι ποῦ βωμὸς ἔσται, 3 ποῦ δὲ θυσία; πῶς δὲ χαριδότης ὁ Διόνυσος, εἰ δεησόμεθα μηδενὸς ὧν δίδωσι; τί δὲ θύσομεν ἢ σπείσομεν; τίνος δ᾽ ἀπαρξόμεθα; πάντα γὰρ ταῦτα τῶν μεγίστων ἀνατροπὴν καὶ σύγχυσιν ἔχει πραγμάτων. ἡδονῆς δὲ πάσης μὲν περιέχεσθαι καὶ πάντως ἀλόγιστόν ἐστι , πᾶσαν δὲ φεύγειν καὶ πάντως; ἀναίσθητον. τὴν μὲν οὖν ψυχὴν ἑτέραις τισὶν ἡδοναῖς χρῆσθαι ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.