Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐμπλεόντων, καταστὰς παρὰ τὸν τοῖχον ἐν πρύμνῃ καί τινα θεῶν πελαγίων ἀνάκλησιν προανακρουσάμενος ᾁδοι τὸν νόμον. καὶ ὅσον οὔπω μεσοῦντος αὐτοῦ καταδύοιτο μὲν ὁ ἥλιος εἰς τὴν θάλατταν, ἀναφαίνοιτο δ᾽ ἡ Πελοπόννησος. οὐκέτ᾽ οὖν τῶν ναυτῶν τὴν νύκτα περιμενόντων ἀλλὰ χωρούντων ἐπὶ τὸν φόνον, ἰδὼν ξίφη γεγυμνωμένα καὶ παρακαλυπτόμενον ἤδη τὸν κυβερνήτην, ἀναδραμὼν ῥίψειεν ἑαυτὸν ὡς δυνατὸν ἦν μάλιστα πόρρω τῆς ὁλκάδος. πρὶν δ᾽ ὅλον καταδῦναι τὸ σῶμα δελφίνων ὑποδραμόντων ἀναφέροιτο, μεστὸς ὢν ἀπορίας καὶ ἀγωνίας 1 καὶ ταραχῆς τὸ πρῶτον: ἐπεὶ δὲ ῥᾳστώνη τῆς ὀχήσεως ἦν, καὶ πολλοὺς ἑώρα ἀθροιζομένους ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.