Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ τοὺς παρ᾽ αὐτῷ παραστήσεσθαι μέλλοντας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολεμίων πλῆθος εἴκοσι γὰρ ἦσαν μυριάδες καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς [p. 118] παρατάξεως ἔγνω προθύσασθαι ἀσυνειδήτως τοῖς ἄλλοις: καὶ ἐπὶ τὴν ἀριστερὰν ὑπεστρωμένῃ 1 τῇ χειρὶ νίκην προσέγραψε. καὶ λαβὼν παρὰ τοῦ μάντεως τὸ ἧπαρ ἐπέθηκε μὲν ἐπὶ τὴν ὑπογεγραμμένην χεῖρα: κρατῶν δὲ ἐφ᾽ ἱκανὸν χρόνον ὑπέφαινε δισταγμὸν καὶ προσποίησιν ἔχειν ἀποροῦντος, μέχρι τῷ ἥπατι συναναληφθέντες ἐτυπώθησαν οἱ τῶν γραμμάτων χαρακτῆρες. καὶ τότε τοῖς συναγωνίζεσθαι μέλλουσιν ἐπεδείκνυε, φάμενος τοὺς θεοὺς διὰ τῶν γεγραμμένων ἐκφῆναι νίκην. ἀσφαλὲς οὖν τεκμήριον δόξαντες ἔχειν τοῦ κρατῆσαι ἐθάρρησαν πρὸς τὴν μάχην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.