Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθ᾽ ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι: οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας ὧν ὁ μὲν εἶπεν ‘οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα: ’ ὁ δὲ δεύτερος ‘αὐτοῦ μένων κρέσσων ἂν εἴην’ ὁ δὲ τρίτος ‘οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.