Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρήγγειλε δὲ ἐν τοῖς πολέμοις τρεψαμένους καὶ νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώκειν, εἶτα εὐθὺς; ἀναχωρεῖν οὔτε γενναῖον 1 οὔτε Ἑλληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων, ἀλλὰ φείδεσθαι. ἦν δ᾽ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον 2 ἀλλὰ καὶ χρήσιμον: εἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν [p. 158] τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.