Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, εὐρώστως ἤνεγκε: καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο
τὰν Πιτάναν Θρασύβουλος ἐπ᾽ ἀσπίδος ἤλυθεν ἄπνους
ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος,
δεικνὺς ἀντία πάντα: τὸν αἱματόεντα δ᾽ ὁ πρέσβυς
θεὶς 1 ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τάδε,
δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε τέκνον ἄδακρυς
θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.