previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


χρόνῳ δ᾽ ὕστερον μετὰ τὴν τελευτὴν ἀντιλογίας συμμαχικῆς: γενομένης, Ἀγησίλαος ἦλθεν ἐπὶ τὴν τοῦ Λυσάνδρου οἰκίαν, ὅπως: τὰ περὶ αὐτῆς γράμματα διασκέψηται: ταῦτα γὰρ παρ᾽ αὑτῷ κατέσχεν Λύσανδρος. εὗρε δὲ καὶ βιβλίον γεγραμμένον τῷ Λυσάνδρῳ περὶ τῆς πολιτείας, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν 1 καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν [p. 161] ἀρίστων, ἵνα μὴ τῶν ἀφ᾽ Ἡρακλέους, ἀλλ᾽ οἷος 2 Ἡρακλῆς τῇ ἀρετῇ κρινομένων, τὸ γέρας , κἀκεῖνος εἰς θεῶν τιμὰς ἀνήχθη. καὶ τοῦτον τὸν λόγον ὥρμησε μὲν εἰς τοὺς πολίτας ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον οἷος ὢν πολίτης διαλανθάνοι, καὶ ἐπὶ διαβολῇ τῶν Λυσάνδρου φίλων. κρατίδην 3 δέ φασι τότε προεστῶτα τῶν ἐφόρων, εὐλαβηθέντα μὴ πείσῃ ἀναγνωσθεὶς λόγος, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου καὶ εἰπεῖν ὡς οὐ δεῖ ἀνορύττειν τὸν Λύσανδρον, ἀλλὰ καὶ τὸν λόγον αὐτῷ συγκατορύττειν, πανούργως καὶ πιθανῶς συντεταγμένον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: