Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λύσανδρος, Διονυσίου τοῦ τῆς Σικελίας τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσιν ἱμάτια πολυτελῆ, οὐκ ἔλαβεν εἰπὼν δεδιέναι, μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν ἀλλ᾽ ὀλίγον ὕστερον πρὸς; τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, 1 προσπέμψαντος αὐτῷ τοῦ Διονυσίου δύο στολὰς καὶ κελεύσαντος ἣν βούλεται ταύτην ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι: καὶ λαβὼν ἀμφοτέρας,: ἀπῆλθεν.
1 ἀλλ᾽ ὀλίγον ὕστερον - - πρεσβευτής] vid. Praefat. p. XXXIII
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.