Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ πρὸς τοὺς ἐπάρχους
τοῦ ταμιείου ;’ πότερον [p. 279] ὡς ξένου τοῦ Κρόνου
γενομένου καὶ διὰ τοῦτο τοῖς ξένοις χαίροντος, ἢ καὶ τοῦτο λύεται τῇ
ἱστορίᾳ; τὸ γὰρ παλαιὸν ὡς ἔοικεν οἱ ταμίαι ξένια τοῖς πρεσβεύουσιν
ἔπεμπον ( ἐκαλεῖτο δὲ ‘λαύτια’
1
τὰ πεμπόμενα), καὶ νοσούντων
ἐπεμέλοντο καὶ τελευτήσαντας ἔθαπτον ἐκ δημοσίου νῦν δ᾽ ὑπὸ πλήθους τῶν
ἀφικνουμένων πρέσβεων ἐκλέλειπται τὸ τῆς δαπάνης, μένει δ᾽ ἔτι τὸ τοῖς
ἐπάρχοις τοῦ ταμείου προεντυγχάνειν διὰ τῆς ἀπογραφῆς
‘διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ὀμόσαι;᾽’ πότερον ὅτι
βάσανός τις ἐλευθέρων ὁ ὅρκος ἐστί, δεῖ δ᾽ ἀβασάνιστον εἶναι καὶ τὸ
σῶμα καὶ τὴν ψυχὴν τοῦ ἱερέως: ἢ ὅτι περὶ μικρῶν ἀπιστεῖσθαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.