Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δ᾽
ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δ᾽ ὁ μὲν
ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς
εἰκόνας ἐκείνων τούτους, ἀλλ᾽ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ
αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ ὀνομάζουσι 1
τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος τοῦ ὀνόματος, ἀπὸ τῆς σελήνης καὶ Λουκῖναν Ἥραν καλοῦσιν
οἷον φωτεινὴν ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐπὶ ταῖς λοχείαις καὶ ὠδῖσι
βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην, ‘διὰ κυάνεον 2 πόλον ἄστρων ’
1 ὀνομάζουσι Duebnerus: ἐπονομάζουσι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.