Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐχ ἥκιστα τοίνυν εὐθυμίαν κολούει τὸ
μὴ συμμέτροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην
δύναμιν ὁρμαῖς
ὥσπερ ἱστίοις,
ἀλλὰ μειζόνων ἐφιεμένους
ταῖς ἐλπίσιν εἶτ᾽ ἀποτυγχάνοντας
αἰτιᾶσθαι δαίμονα καὶ τύχην ἀλλὰ μὴ τὴν
αὑτῶν ἀβελτερίαν.
οὐδὲ γὰρ ὁ τοξεύειν
τῷ ἀρότρῳ βουλόμενος καὶ τῷ βοῒ τὸν
λαγωὸν κυνηγετεῖν δυστυχής ἐστιν οὐδ᾽ ὁ
γρίφοις καὶ
σαγήναις ἐλάφους μὴ λαμβάνων οὐδ᾽ οἷς
δαίμων οὐκ ἐναντιοῦται μοχθηρός,
ἀλλ᾽
ἀβελτερίᾳ 1 καὶ μωρίᾳ τοῖς
ἀδυνάτοις ἐπιχειροῦσα.
2 αἴτιον δ᾽ ἡ
φιλαυτία μάλιστα,
φιλοπρώτους ποιοῦσα καὶ
φιλονίκους;
3 ἐν πᾶσι καὶ πάντων
ἐπιδραττομένους ἀπλήστως οὐ γὰρ πλούσιοι μόνον
ὁμοῦ καὶ λόγιοι καὶ ἰσχυροὶ καὶ
συμποτικοὶ καὶ ἡδεῖς εἶναι καὶ φίλοι
βασιλέων καὶ πόλεων ἄρχοντες ἀξιοῦσιν,
ἀλλ᾽ εἰ μὴ καὶ κύνας ἕξουσι πρωτεύοντας
ἀρετῇ καὶ ἵππους καὶ ὄρτυγας καὶ
ἀλεκτρυόνας ἀθυμοῦσι.
Διονύσιος;
ὁ
πρεσβύτερος οὐκ
ἠγάπα μέγιστος ὢν τῶν τότε τυράννων,
ἀλλ᾽
ὅτι:
Φιλοξένου τοῦ ποιητοῦ μὴ βέλτιον
ᾖδε [p. 226]
μηδὲ περιῆν ἐν τῷ διαλέγεσθαι
Πλάτωνος,
ὀργισθεὶς καὶ παροξυνθεὶς τὸν
μὲν εἰς τὰς λατομίας ἐνέβαλε τὸν δ᾽
ἀπέδοτο πέμψας εἰς Αἴγιναν.
οὐ τοιοῦτος
δ᾽ ὁ Ἀλέξανδρος,
ἀλλ᾽ ἐπεὶ Κρίσων ὁ
σταδιοδρόμος
ἁμιλλώμενος αὐτῷ περὶ τάχους ἔδοξεν
ἑκὼν παρεῖναι,
σφόδρα διηγανάκτησεν,
εὖ δὲ
καὶ ὁ ποιητικὸς Ἀχιλλεὺς ὑπειπὼν τοῖος ἐὼν οἷος οὔ τις
Ἀχαιῶν χαλκοχιτώνων
4 ἐπήνεγκεν
ἐν πολέμῳ: ἀγορῇ
δὲ τ᾽ ἀμείνονές εἰσι καὶ ἄλλοι
Μεγάβυζον δὲ τὸν Πέρσην 5 εἰς τὸ ζωγραφεῖον
ἀναβάντα τὸ Ἀπελλοῦ καὶ
λαλεῖν ἐπιχειρήσαντα περὶ τῆς τέχνης
ἐπεστόμισεν ὁ Ἀπελλῆς εἰπών ‘
ἕως μὲν
ἡσυχίαν ἦγες,
ἐδόκεις τις εἶναι διὰ τὰ
χρυσία καὶ
τὴν:
πορφύραν,
νυνὶ δὲ καὶ ταυτὶ τὰ
τρίβοντα τὴν ὤχραν παιδάρια καταγελᾷ σου
φλυαροῦντος.’
ἀλλ᾽ ἔνιοι τοὺς μὲν
Στωικοὺς οἴονται παίζειν,
ὅταν ἀκούσωσι
τὸν σοφὸν παρ᾽ αὐτοῖς μὴ μόνον φρόνιμον
καὶ δίκαιον καὶ ἀνδρεῖον,
ἀλλὰ καὶ
ῥήτορα καὶ ποιητὴν καὶ στρατηγὸν καὶ πλούσιον καὶ
βασιλέα προσαγορευόμενον αὑτοὺς δὲ πάντων
ἀξιοῦσι τούτων,
κἂν μὴ
τυγχάνωσιν,
ἀνιῶνται.
καίτοι καὶ τῶν θεῶν
ἄλλος ἄλλην ἔχων δύναμιν,
ὁ μὲν
ἐνυάλιος ὁ δὲ μαντεῖος ὁ δὲ κερδῷος;
ἐπονομάζεται καὶ τὴν Ἀφροδίτην ὁ Ζεύς,
6 ὡς οὐ μετὸν
αὐτῇ πολεμικῶν ἔργων,
ἐπὶ γάμους
ἀποστέλλει καὶ θαλάμους.
[p. 227]