Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐστι κατ᾽ ἀγχιστείαν καὶ γειτνίασιν. καὶ οὐδὲν,
οἶμαι, πλημμελοῦμεν, ὅτι τοῖς ἄνω προσαγορευομένοις
βάθος τοσοῦτο καὶ διάστημα διδόντες ἀπολείπομὲν
τινα καὶ τῷ κάτω περιδρομὴν καὶ πλάτος,
ὅσον ἐστὶν ἀπὸ γῆς ἐπὶ σελήνην οὔτε γὰρ ὁ τὴν
ἄκραν ἐπιφάνειαν τοῦ οὐρανοῦ μόνην ἄνω τἄλλα
δὲ κάτω προσαγορεύων ἅπαντα μέτριός ἐστιν, οὔθ᾽ ὁ τῇ γῇ μᾶλλον δ᾽ ὁ τῷ κέντρῳ τὸ κάτω περιγράφων
[p. 418] ἀνεκτός: ἀλλὰ καὶ κινητικο ... ταύτῃ διάστημα τὸ
δέον ἐπιχωροῦντος τοῦ κόσμου: διὰ μέγεθος. πρὸς
δὲ τὸν ἀξιοῦντα πᾶν εὐθὺς ἄνω καὶ μετέωρον εἶναι
τὸ ἀπὸ τῆς γῆς ἕτερος ἀντηχεῖ πάλιν εὐθὺς εἶναι
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.