Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τοῦ πρώτου πυκνοῦ συγκεῖσθαι, τὴν δὲ σελήνην
ἐκ τοῦ δευτέρου, πυκνοῦ καὶ τοῦ ἰδίου ἀέρος, τὴν
δὲ γῆν ἐξ ὕδατος καὶ ἀέρος καὶ τοῦ τρίτου τῶν
πυκνῶν ὅλως δὲ μήτε τὸ πυκνὸν αὐτὸ καθ᾽ αὑτὸ μήτε τὸ μανὸν εἶναι ψυχῆς δεκτικόν. καὶ ταῦτα μὲν περὶ οὐσίας σελήνης. εὖρος δὲ καὶ μέγεθος
οὐχ ὅσον οἱ γεωμέτραι λέγουσιν, ἀλλὰ μεῖζον πολλάκις
ἐστί καταμετρεῖ δὲ τὴν σκιὰν τῆς γῆς ὀλιγάκις τοῖς ἑαυτῆς μεγέθεσιν οὐχ ὑπὸ. σμικρότητος,
ἀλλὰ θερμότητος, ᾗ ἐπείγει τὴν κίνησιν ὅπως ταχὺ διεκπερᾷ τὸν σκοτώδη τόπον ὑπεκφέρουσα τὰς τῶν ἀγαθῶν ψυχὰς σπευδούσας καὶ βοώσας οὐκέτι γὰρ
ἐξακούουσιν ἐν τῇ σκιᾷ γενόμεναι τῆς περὶ τὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.