Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
κατῳκίσθαι τὴν δὲ μεγάλην ἤπειρον, ὑφ᾽ ἧς ἡ μεγάλη
περιέχεται κύκλῳ θάλαττα, τῶν μὲν ἄλλων ἔλαττον ἀπέχειν, τῆς δ᾽ Ὠγυγίας
περὶ πεντακισχιλίους σταδίους κωπήρεσι πλοίοις κομιζομένῳ: βραδύπορον γὰρ εἶναι καὶ πηλῶδες ὑπὸ πλήθους ῥευμάτων τὸ πέλαγος: τὰ δὲ: ῥεύματα τὴν μεγάλην ἐξιέναι γῆν
καὶ γίγνεσθαι προσχώσεις ἀπ᾽ αὐτῶν καὶ βαρεῖαν
[p. 460] εἶναι καὶ γεώδη τὴν θάλατταν, ᾗ καὶ πεπηγέναι δόξαν ἔσχε. τῆς δ᾽ ἠπείρου τὰ πρὸς τῇ θαλάττῃ κατοικεῖν Ἕλληνας περὶ κόλπον οὐκ ἐλάττονα τῆς Μαιώτιδος, οὗ τὸ στόμα τῷ στόματι τοῦ Κασπίου
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.