Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀσφαλὲς ἔχουσα καὶ βέβαιον εὐθύς ἐστιν ἐπιστήμη
καὶ ἀγαθὸν μέγα καὶ μέγιστον. ἆρ᾽ οὖν ὁμοίως
ὑγιείας ἐπιλειπούσης, αἰσθητηρίου κάμνοντος, οὐσίας
ἀπολλυμένης ἀφρόντιστός ἐστι καὶ πρὸς αὑτὸν οὐδὲν ἡγούμενος τούτων ὁ σοφός: ἢ νοσῶν μὲν ἰατροῖς
τελεῖ μισθοὺς χρημάτων δ᾽ ἕνεκα πρὸς Λεύκωνα πλεῖ τὸν ἐν Βοσπόρῳ δυνάστην καὶ πρὸς Ἰδάνθυρσον ἀποδημεῖ τὸν Σκύθην ὥς φησι Χρύσιππος, τῶν δ᾽ αἰσθήσεων ἔστιν ἃς ἀποβαλὼν οὐδὲ ζῆν ὑπομένει; πῶς οὖν οὐχ ὁμολογοῦσι παρὰ τὰς ἐννοίας φιλοσοφεῖν,
ἐπὶ τοῖς ἀδιαφόροις τοσαῦτα πραγματευόμενοι καὶ σπουδάζοντες, ἀγαθῶν δὲ μεγάλων καὶ παρόντων
καὶ μὴ παρόντων ἀδιαφόρως ἔχοντες;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.