Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ κακοδαιμονοῦντες οὕτως ὁ λόγος ἡμᾶς μεθύσκει καὶ τοσαύτης καταπίμπλησι ταραχῆς καὶ παραφροσύνης, οὐδὲν ἀπολείποντας τῶν κυνῶν, ἅς φησιν Αἴσωπος δερμάτων τινῶν ἐμπλεόντων ἐφιεμένας
ὁρμῆσαι μὲν ἐκπίνειν τὴν θάλασσαν, ῥαγῆναι
δὲ πρότερον ἢ τῶν δερμάτων λαβέσθαι καὶ γὰρ ἡμᾶς ὁ λόγος ἐλπίζοντας εὐδαιμονήσειν δι᾽ αὐτοῦ καὶ τῇ ἀρετῇ προσοίσεσθαι, πρὶν ἐπ᾽ ἐκείνην ἀφικέσθαι, διέφθαρκε καὶ ἀπολώλεκε, πολλῆς ἀκράτου
καὶ πικρᾶς κακίας προεμφορηθέντας εἴ γε δὴ καὶ τοῖς ἐπ᾽ ἄκρον προκόπτουσιν, ὡς οὗτοι λέγουσιν,
οὔτε κουφισμὸς οὔτ᾽ ἄνεσις ἔστιν οὔτ᾽ ἀναπνοὴ τῆς
ἀβελτερίας καὶ κακοδαιμονίας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.