Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μικρὸν λόγῳ, Χρυσίππου μνημονεύοντες ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὕτω προσάγοντος
‘οὐχ ἡ μὲν νὺξ σῶμ᾽ ἐστίν, ἡ δ᾽ ἑσπέρα καὶ
[p. 357]
ὁ ὄρθρος καὶ τὸ μέσον τῆς νυκτὸς σώματ᾽ οὔκ
ἐστιν: οὐδ᾽ ἡ μὲν ἡμέρα σῶμ᾽ ἐστὶν οὐχὶ δὲ καὶ ἡ νουμηνία σῶμα καὶ ἡ δεκάτη καὶ πεντεκαιδεκάτη
καὶ ἡ τριακὰς καὶ ὁ μὴν σῶμ᾽ ἐστὶ καὶ τὸ θέρος
καὶ τὸ φθινόπωρον καὶ ὁ ἐνιαυτός’
ἀλλὰ ταῦτα μὲν παρὰ τὰς κοινὰς βιάζονται προλήψεις: ἐκεῖνα δ᾽ ἤδη καὶ παρὰ τὰς ἰδίας, τὸ θερμότατον περιψύξει καὶ πυκνώσει τὸ λεπτομερέστατον
γεννῶντες. ἡ γὰρ ψυχὴ θερμότατόν ἐστι
δήπου καὶ λεπτομερέστατον: ποιοῦσι δ᾽ αὐτὴν τῇ περιψύξει καὶ πυκνώσει τοῦ σώματος, οἷον στομώσει
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.