Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἷς τῶν ἑταίρων, Ἀριστόδημος ὁ Αἰγιεύς, οἶσθα γὰρ τὸν ἄνδρα τῶν ἐξ Ἀκαδημείας οὐ ναρθηκοφόρον
ἀλλ᾽ ἐμμανέστατον ὀργιαστὴν Πλάτωνος,
οὐκ οἶδ᾽ ὅπως παρὰ τὸ εἰωθὸς ἐγκαρτερήσας σιωπῇ καὶ παρασχὼν ἑαυτὸν ἀκροατὴν ἄχρι τέλους κόσμιον,
ὡς τέλος ἔσχεν ἡ ἀνάγνωσις ‘εἶεν’ ἔφη ‘τίνα τούτῳ
[p. 423] μαχούμενον ἀνίσταμεν ὑπὲρ τῶν φιλοσόφων; οὐ γὰρ ἄγαμαι τὸ τοῦ Νέστορος, ἑλέσθαι δέον ἐκ τῶν ἐννέα τὸν ἄριστον, ἐπὶ τῇ τύχῃ ποιουμένου καὶ
διακληροῦντος,’
‘ἀλλ᾽ ὁρᾷς, ἔφην, ὅτι κἀκεῖνος ἐπὶ
τὸν κλῆρον ἑαυτὸν ἔταξεν, ὥστε τοῦ φρονιμωτάτου
βραβεύοντος γενέσθαι τὸν κατάλογον:
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.