Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Ἀθηναίους κατεναυμάχησε. Πλάτων δὲ καλοὺς; μὲν
ἐν γράμμασι λόγους περὶ νόμων καὶ πολιτείας ἀπέλιπε, πολὺ δὲ κρείττονας ἐνεποίησε τοῖς ἑταίροις
ἀφ᾽ ὧν Σικελία διὰ Δίωνος ἠλευθεροῦτο καὶ Θρᾴκη
[p. 475] διὰ Πύθωνος καὶ Ἡρακλείδου Κότυν ἀνελόντων, Ἀθηναίων δὲ Χαβρίαι στρατηγοὶ καὶ Φωκίωνες ἐξ Ἀκαδημείας ἀνέβαινον. Ἐπίκουρος μὲν γὰρ εἰς Ἀσίαν ἐξέπεμπε τοὺς Τιμοκράτει λοιδορησομένους, καὶ τῆς
βασιλικῆς ἐξελῶντας αὐλῆς τὸν ἄνθρωπον, ὅτι Μητροδώρῳ προσέκρουσεν ἀδελφὸς ὤν: καὶ ταῦτ᾽ ἐν τοῖς βιβλίοις γέγραπται τοῖς ἐκείνων. Πλάτων δὲ τῶν ἑταίρων ἐξαπέστειλεν Ἀρκάσι μὲν Ἀριστώνυμον διακοσμήσοντα τὴν πολιτείαν, Ἠλείοις δὲ Φορμίωνα,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.