Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἕκαστον ἐνιαυτὸν ἐξορκοῦν τοὺς πολίτας ἐμμενεῖν τοῖς Παρμενίδου νόμοις. Ἐμπεδοκλῆς δὲ τούς τε πρώτους τῶν πολιτῶν ὑβρίζοντας καὶ διαφοροῦντας τὰ
κοινὰ ἐξέβαλεν ἐξελέγξας τήν τε χώραν ἀπήλλαξεν
ἀκαρπίας καὶ λοιμοῦ, διασφάγας ὄρους ἀποτειχίσας,
δι᾽ ὧν ὁ νότος εἰς τὸ πεδίον ὑπερέβαλλε. Σωκράτης
δέ, μετὰ τὴν καταδίκην φυγῆς αὐτῷ μεμηχανημένης ὑπὸ τῶν φίλων, οὐκ ἐχρήσατο, τοὺς νόμους βεβαιῶν,
ἀλλ᾽ ἀδίκως ἀποθανεῖν εἵλετο μᾶλλον ἢ σωθῆναι
παρανόμως. Μέλισσος δὲ τῆς πατρίδος στρατηγῶν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.