Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ περὶ τῶν ἄλλων ἀδύνατον, κατὰ γ᾽ ὑμᾶς, αἴσθησιν
αἰσθήσεως καὶ φαντασίαν φαντασίας οὐδ᾽ ὁτιοῦν διαφέρειν ἡγουμένους.’
‘οὐ μῦθος οὖν οὐδὲ θήρα ‘μειρακίων λαμυρῶν
καὶ προπετῶν’ ὁ περὶ τῆς ἐποχῆς λόγος ἐστίν,
[p. 469]
ὡς οἴεται Κωλώτης, ἀλλ᾽ ἕξις ἀνδρῶν καὶ διάθεσις φυλάττουσα τὸ ἀδιάπτωτον καὶ μὴ προϊεμένη ταῖς διαβεβλημέναις οὕτω καὶ δυστατούσαις αἰσθήσεσι τὴν κρίσιν μηδὲ συνεξαπατωμένη τούτοις, οἳ ‘τὰ
φαινόμενα τῶν ἀδήλων πίστιν ἔχειν’ φάσκουσιν, ἀπιστίαν τοσαύτην καὶ ἀσάφειαν ἐν τοῖς φαινομένοις ὁρῶντες. ἀλλὰ μῦθος μέν ἐστιν ἡ ἀπειρία καὶ τὰ εἴδωλα, προπέτειαν δὲ καὶ λαμυρίαν ἐμποιεῖ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.