Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ εἰπεῖν παρέξει, ταὐτὰ πολλοῖς ἐγκεκληκώς. ἐν οἷς
δὲ κομιδῇ διαγελᾷ καὶ φλαυρίζει τὸν Σωκράτην ζητοῦντα τί ἄνθρωπός ἐστι καὶ νεανιευόμενον,
ὥς φησιν, ὅτι μηδ᾽ αὐτὸς εἰδείη, δῆλος μέν ἐστιν αὐτὸς
[p. 453]
οὐδέποτε πρὸς τούτῳ γενόμενος: ὁ δ᾽ Ἡράκλειτος
ὡς μέγα τι καὶ σεμνὸν διαπεπραγμένος ‘ἐδιζησάμην’ φησὶν ‘ἐμεωυτόν,’ καὶ τῶν ἐν Δελφοῖς γραμμάτων
θειότατον ἐδόκει τὸ ‘γνῶθι σαυτόν’ ὃ δὴ καὶ
Σωκράτει ἀπορίας καὶ ζητήσεως ταύτης ἀρχὴν ἐνέδωκεν,
ὡς Ἀριστοτέλης ἐν τοῖς Πλατωνικοῖς εἴρηκε:
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.