previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα λέγοντος αὐτοῦ καὶ παραχωρεῖν οἵου τε ὄντος ἀπὸ τοῦ βήματος κραυγή τε παρὰ πάντων ἐξαίσιος ἐγίνετο καὶ δεήσεις μεμιγμέναι δάκρυσιν, ἵνα μένῃ τε καὶ διακατέχῃ τὰ πράγματα μηδένα δεδοικώς. ἔπειτ᾽ ἐγκέλευστοί τινες διειληφότες τὴν ἀγορὰν βασιλέα ποιεῖν αὐτὸν ἐβόων καὶ συγκαλεῖν τὰς φράτρας ἠξίουν καὶ ψῆφον ᾔτουν. ἀρξαμένων δὲ τούτων εὐθὺς δῆμος ἅπας ἐπὶ τῆς αὐτῆς προαιρέσεως ἐγεγόνει. [2] τοῦτο καταμαθὼν Τύλλιος οὐκέτι παρῆκε τὸν καιρόν, ἀλλὰ πολλὰς αὐτοῖς εἰδέναι φήσας χάριτας, ὅτι μέμνηνται τῶν εὐεργεσιῶν, καὶ ἔτι πλείονα ὑποσχόμενος ἀγαθὰ ποιήσειν, ἐὰν αὐτὸν ἀποδείξωσι βασιλέα, προεῖπεν ἡμέραν ἀρχαιρεσιῶν, εἰς ἣν ἐκέλευσε καὶ τοὺς ἐκ τῶν ἀγρῶν ἅπαντας παρεῖναι. [3] συνελθόντος δὲ τοῦ δήμου καλῶν τὰς φράτρας κατὰ μίαν ἀνεδίδου τὰς ψήφους. ἁπάσαις δὲ ταῖς φράτραις κριθεὶς τῆς βασιλείας [p. 25] ἄξιος παραλαμβάνει τότε τὴν ἀρχὴν παρὰ τοῦ δημοτικοῦ πλήθους πολλὰ χαίρειν τῇ βουλῇ φράσας, ἣν οὐκ ἠξίωσεν ἐπικυρῶσαι τὰ τοῦ δήμου κρίματα, ὥσπερ αὐτῇ ποιεῖν ἔθος ἦν. τοῦτον δὲ τὸν τρόπον ἐπὶ τὴν βασιλείαν παρελθὼν πολλῶν μὲν καὶ ἄλλων πολιτευμάτων εἰσηγητὴς ἐγένετο, μέγαν δὲ καὶ λόγου ἄξιον ἐπολέμησε πρὸς Τυρρηνοὺς πόλεμον. ποιήσομαι δὲ περὶ τῶν πολιτευμάτων αὐτοῦ πρῶτον τοὺς λόγους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: