previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Epitome of book 66

17. ταῦτα μὲν οὕτως ἔσχεν, Οὐεσπασιανὸς δέ, ὡς μὲν ἀλήθεια ἐχει, νοσήσας οὐ τῇ ποδάγρᾳ τῇ συνήθει ἀλλὰ πυρετοῖς μετήλλαξεν ἐν τοῖς ὕδασι τῶν Σαβίνων τοῖς Κουτιλίοις ὠνομασμένοις, ὡς δέ τινες καταψευδόμενοι τοῦ Τίτου, ἄλλοι τε καὶ Ἁδριανὸς αὐτοκράτωρ, ἐφήμισαν, φάρμακον [2] ἐν συμποσίῳ τινὶ λαβών. ἐγεγόνει δὲ σημεῖα αὐτῷ φέροντα ἐς τοῦτο τε ἀστὴρ 1 κομήτης ἐπὶ πολὺ φαντασθεὶς καὶ τὸ μνημεῖον τὸ τοῦ Αὐγούστου αὐτόματον ἀνοιχθέν. τῶν δὲ ἰατρῶν ἐπιτιμώντων αὐτῷ ὅτι τῇ τε ἄλλῃ διαίτῃ ὁμοίᾳ νοσῶν ἐχρῆτο καὶ πάντα τὰ προσήκοντα τῇ ἀρχῇ ἔπραττε, ‘τὸν αὐτοκράτοραἔφηἑστῶτα [3] δεῖ ἀποθνήσκειν.’ καὶ πρὸς τοὺς περὶ τοῦ κομήτου τι διαλαλοῦνταςοὐκ ἔμοιγεεἶπενἀλλὰ τῷ τῶν Πάρθων βασιλεῖ προσημαίνει: ἐκεῖνος μὲν γὰρ κομᾷ, ἐγὼ δὲ φαλακρός εἰμι.’ ἐπειδή τε ἐπίστευσεν ὅτι τελευτήσει, ἔφηθεὸς ἤδη γίνομαι.’ ἔζησε δὲ ἔτη ἐννέα καὶ ἑξήκοντα καὶ μῆνας ὀκτώ, 2 ἐμονάρχησε δὲ ἔτη δέκα ἡμερῶν [4] ἓξ δέοντα. κἀκ τούτου συμβαίνει ἐνιαυτόν τε καὶ δύο καὶ εἴκοσιν ἡμέρας ἀπὸ τοῦ θανάτου τοῦ Νέρωνος μέχρι τῆς τοῦ Οὐεσπασιανοῦ ἀρχῆς διελθεῖν. ἔγραψα δὲ τοῦτο τοῦ μή τινας ἀπατηθῆναι, τὴν ἐξαρίθμησιν τοῦ χρόνου πρὸς [p. 296] [5] τοὺς τὴν ἡγεμονίαν ἔχοντας ποιουμένους. ἐκεῖνοι μὲν γὰρ οὐ διεδέξαντο ἀλλήλους, ἀλλὰ ζῶντός τε καὶ ἔτι ἄρχοντος ἑτέρου ἕκαστος αὐτῶν ἐπίστευσεν αὐτοκράτωρ, ἀφ᾽ οὗ γε καὶ ἐς τοῦτο παρέκυψεν, εἶναι: δεῖ δ᾽ οὐ πάσας σφῶν τὰς ἡμέρας ὡς καὶ ἐφεξῆς ἀλλήλαις ἐκ διαδοχῆς γενομένας ἀριθμεῖν, ἀλλ᾽ ἐφάπαξ πρὸς τὴν ἀκρίβειαν τοῦ χρόνου, καθάπερ εἴρηταί μοι, λογίζεσθαι.” Xiph. 210, 14-211, 5 R. St.18. [1α] τούτου δὲ τελευτήσαντος Τίτος τὴν ἀρχὴν διεδέξατο.” Zon. 11, 18, p. 54, 27, 28 D. δὲ δὴ Τίτος οὐδὲν οὔτε φονικὸν οὔτε ἐρωτικὸν μοναρχήσας ἔπραξεν, ἀλλὰ χρηστὸς καίπερ ἐπιβουλευθεὶς καὶ σώφρων καίτοι καὶ τῆς Βερενίκης 3 ἐς Ῥώμην αὖθις ἐλθούσης ἐγένετο. τάχα μὲν γὰρ ὅτι 4 καὶ μετεβάλετο ῾οὐ γὰρ ὁμοίως ἄλλῳ 5 τέ τινες παραδυναστεύουσι καὶ [2] αὐτοὶ αὐταρχοῦσιν, ἀλλ᾽ ἐκεῖνοι μὲν ἀφροντιστοῦντες τῆς τοῦ κράτους δόξης τῇ τε ἐξουσίᾳ αὐτοῦ ἀπλήστως ἀποχρῶνται καὶ πολλὰ ἐπί τε φθόνῳ καὶ διαβολῇ αὐτοῦ ποιοῦσιν, οἱ δὲ ἐς αὑτοὺς 6 πάντα ἀνακείμενα εἰδότες προνοοῦνταί [3] τι καὶ τῆς εὐδοξίας: ὥσπερ που καὶ Τίτος πρός τινα, ὃν πρότερον ἐσπουδάκει, εἶπεν ὅτι οὐχ ὅμοιόν ἐστιν ἑτέρου τι δεῖσθαι καὶ αὐτὸν δικάζειν, οὐδὲ παρ᾽ ἄλλου τι αἰτεῖν καὶ αὐτὸν διδόναι τινί᾽, ἤδη δὲ καὶ ὅτι ἐπὶ βραχύτατον, ὥς γε ἐς ἡγεμονίαν εἰπεῖν, ἐπεβίω, ὥστε μηδ᾽ [p. 298] [4] ἁμαρτίαν τινὰ αὐτῷ ἐγγενέσθαι. δύο τε γὰρ ἔτη μετὰ τοῦτο καὶ μῆνας δύο ἡμέρας τε εἴκοσιν ἔζησεν ἐπ᾽ 7 ἐννέα καὶ τριάκοντα ἔτεσι καὶ μησὶ πέντε καὶ ἡμέραις πέντε καὶ εἴκοσι. καὶ αὐτὸν ἐξ ἴσου κατὰ τοῦτο τῇ τοῦ Αὐγούστου πολυετίᾳ ἄγουσι, λέγοντες ὅτι οὔτ᾽ ἂν ἐκεῖνος ἐφιλήθη ποτὲ εἰ ἐλάττω χρόνον ἐζήκει, 8 οὔτ᾽ ἂν οὗτος [5] εἰ πλείονα, μὲν ὅτι τραχύτερος κατ᾽ ἀρχὰς διά τε τοὺς πολέμους 9 καὶ διὰ τὰς στάσεις γενόμενος ἠδυνήθη μετὰ ταῦτα εὐεργεσίαις ἐν τῷ χρόνῳ λαμπρύνεσθαι, δ᾽ ὅτι ἐπιεικῶς ἄρξας ἐν ἀκμῇ τῆς δόξης ἀπέθανε, τάχα ἂν ἐλεγχθείς, εἴγε ἐπὶ μακρὸν ἐβεβιώκει, ὅτι εὐτυχίᾳ πλείονι ἀρετῇ ἐχρήσατο. 19. οὐ μὴν ἀλλ᾽ Τίτος οὐδένα τῶν βουλευτῶν ἐν τῇ αὑτοῦ 10 ἡγεμονίᾳ ἀπέκτεινεν, ἀλλ᾽ οὐδὲ ἄλλος τις αὐτῷ ἐπὶ τῆς αὐτοῦ ἀρχῆς ἐτελεύτησε. τάς τε δίκας τὰς τῆς ἀσεβείας οὔτ᾽ αὐτός ποτε ἐδέξατο οὔτ᾽ ἄλλοις ἐπέτρεψεν, λέγων ὅτιἐγὼ μὲν οὐδὲν οὔθ᾽ ὑβρισθῆναι οὔτε προπηλακισθῆναι [2] δύναμαι: οὔτε γὰρ ἄξιόν τι ἐπηγορίας ποιῶ, οὔτε μοι μέλει τῶν ψευδῶς λεγομένων: οἱ δὲ μετηλλαχότες τῶν αὐτοκρατόρων αὐτοὶ ἑαυτοῖς, ἄνπερ ὡς ἀληθῶς ἥρωές τε ὦσι καὶ δύναμίν τινα ἔχωσι, τιμωρήσουσιν ἄν τί τις αὐτοὺς ἀδικήσῃ.’ [3] πολλὰ δὲ καὶ ἄλλα πρός τε τὸ ἀσφαλὲς καὶ πρὸς τὸ ἄλυπον τῶν ἀνθρώπων κατεστήσατο: καὶ γὰρ γράμματα ἐξέθηκε βεβαιῶν πάντα τὰ ὑπὸ τῶν προτέρων αὐτοκρατόρων δοθέντα 11 τισίν, [p. 300] ὥστε μὴ καθ᾽ ἑκάστους σφῶν αἰτοῦντας αὐτὸν πράγματα ἔχειν, τούς τε μηνυτὰς ἐξήλασεν ἐκ τῆς πόλεως.” Xiph. 211, 12-212, 17 R. St.[3α] ἦν δὲ περὶ χρήματα ἀκριβὴς καὶ οὐ μάτην ἀνήλισκεν, οὐδένα μέντοι ποτὲ διὰ ταῦτα ἐκόλασεν.” Zon. 11, 18, p. 55, 16-18 D.[3β] ἐπὶ τούτου καὶ Ψευδονέρων ἐφάνη, ὃς Ἀσιανὸς ἦν, ἐκαλεῖτο δὲ Τερέντιος Μάξιμος, προσεοικὼς δὲ τῷ Νέρωνι καὶ τὸ εἶδος καὶ τὴν φωνήν ῾καὶ γὰρ καὶ ἐκιθαρῴδεἰ. ἔκ τε τῆς Ἀσίας τινὰς προσεποιήσατο καὶ ἐπὶ τὸν Εὐφράτην [3ξ] προχωρῶν πολλῷ πλείους ἀνηρτήσατο, καὶ τέλος πρὸς Ἀρτάβανον τὸν τῶν Πάρθων κατέφυγεν ἀρχηγόν, ὃς καὶ δι᾽ ὀργῆς τὸν Τίτον ποιούμενος καὶ ἐδέξατο τοῦτον καὶ καταγαγεῖν εἰς Ῥώμην παρεσκευάζετο. 12Zon. 11, 18, p. 55, 19-27 D.20. κἀν τούτῳ πολέμου αὖθις ἐν τῇ Βρεττανίᾳ γενομένου τά τε τῶν ἐκεῖ πολεμίων Γναῖος Ἰούλιος Ἀγρικόλας πάντα κατέδραμε, καὶ πρῶτός γε Ῥωμαίων ὧν ἡμεῖς ἴσμεν ἔγνω τοῦθ᾽ ὅτι Βρεττανία περίρρυτός ἐστιν. στρατιῶται γάρ τινες στασιάσαντες, καὶ ἑκατοντάρχους χιλίαρχόν [2] τε φονεύσαντες, ἐς πλοῖα κατέφυγον καὶ ἐξαναχθέντες [p. 302] περιέπλευσαν τὰ πρὸς ἑσπέραν αὐτῆς, ὥς που τό τε κῦμα καὶ ἄνεμος αὐτοὺς ἔφερε, καὶ ἔλαθον ἐκ τοῦ ἐπὶ θάτερα πρὸς τὰ στρατόπεδα τὰ ταύτῃ ὄντα προσσχόντες. 13 κἀκ τούτου καὶ ἄλλους Ἀγρικόλας 14 πειράσοντας τὸν περίπλουν πέμψας ἔμαθε καὶ παρ᾽ ἐκείνων ὅτι νῆσός ἐστιν. [3] ἐν μὲν τῇ Βρεττανίᾳ ταῦτ᾽ ἐγένετο, καὶ ἀπ᾽ αὐτῶν μὲν Τίτος αὐτοκράτωρ τὸ πεντεκαιδέκατον ἐπεκλήθη, δὲ Ἀγρικόλας ἔν τε ἀτιμίᾳ τὸ λοιπὸν τοῦ βίου καὶ ἐν ἐνδείᾳ, ἅτε καὶ μείζονα κατὰ στρατηγὸν καταπράξας, ἔζησε, καὶ τέλος ἐσφάγη δι᾽ αὐτὰ ταῦτα ὑπὸ Δομιτιανοῦ, καίπερ τὰς ἐπινικίους τιμὰς παρὰ τοῦ Τίτου 15 λαβών. 21. ἐν δὲ τῇ Καμπανίᾳ φοβερά τινα καὶ θαυμαστὰ συνηνέχθη: πῦρ γὰρ μέγα κατ᾽ αὐτὸ τὸ φθινόπωρον ἐξαπιναίως ἐξήφθη. 16 τὸ γὰρ ὄρος τὸ Βέσβιον ἔστι μὲν πρὸς τῇ θαλάσσῃ κατὰ Νέαν πόλιν, ἔχει δὲ πυρὸς πηγὰς ἀφθόνους. καὶ ἦν μέν ποτε πᾶν ὁμοίως ὑψηλόν, καὶ ἀπ᾽ αὐτοῦ μέσου τὸ πῦρ ἀνέτελλε: ταύτῃ γὰρ πεπύρωται μόνον, τὰ δὲ ἔξωθεν αὐτοῦ πάντα ἄπυρα καὶ νῦν [2] ἔτι διαμένει. ἐκ δὲ τούτου, ἐκείνων μὲν ἀκαύστων ἀεὶ ὄντων, τῶν δὲ ἐν τῷ μέσῳ κραυρουμένων καὶ τεφρουμένων, αἱ μὲν 17 πέριξ κορυφαὶ τὸ ἀρχαῖον ὕψος ἐς δεῦρο ἔχουσι, τὸ δὲ ἔμπυρον πᾶν [p. 304] δαπανηθὲν ἐν τῷ χρόνῳ κοῖλον ἐκ τοῦ συνίζειν γέγονεν, ὥστε κυνηγετικῷ τινι θεάτρῳ τὸ ὄρος σύμπαν, ὡς μικρὰ μεγάλοις εἰκάσαι, ἐοικέναι. [3] καὶ αὐτοῦ τὰ μὲν ἄκρα καὶ δένδρα καὶ ἀμπέλους πολλὰς ἔχει, δὲ δὴ κύκλος ἀνεῖται τῷ πυρί, καὶ ἀναδίδωσι τῆς μὲν ἡμέρας καπνὸν τῆς δὲ νυκτὸς φλόγα, ὥστε δόξαι πολλὰ ἐν αὐτῷ καὶ [4] παντοδαπὰ θυμιᾶσθαι θυμιάματα. καὶ τοῦτο μὲν οὕτως ἀεί, ποτὲ μὲν ἐπὶ μᾶλλον ποτὲ δὲ ἐπὶ ἧττον, γίνεται: πολλάκις δὲ καὶ τέφραν ἀναβάλλει, ὅταν ἀθρόον τι ὑφιζήσῃ, καὶ λίθους ἀναπέμπει, ὅταν ὑπὸ πνεύματος ἐκβιασθῇ. ἠχεῖ τε καὶ βοᾷ, ἅτε μὴ συμπεπιλημένας ἀλλ᾽ ἀραιὰς καὶ λαθραίας 18 τὰς ἀναπνοὰς ἔχων. 19 22. τοιοῦτον μὲν τὸ Βέσβιόν ἐστι, καὶ ταῦτα ἐν αὐτῷ κατ᾽ ἔτος ὡς πλήθει γίγνεται. ἀλλὰ τὰ μὲν ἄλλα ὅσα ἐκείνῳ ἐν 20 τῷ χρόνῳ συνηνέχθη, εἰ καὶ μεγάλα παρὰ τὸ καθεστηκὸς τοῖς ἀεὶ ὁρῶσιν αὐτὰ εἶναι ἔδοξε, σμικρὰ ἂν πρὸς τὰ τότε συμβάντα, καὶ τὰ πάντα ἐς ἓν συναχθέντα, [2] νομισθείη. ἔσχε γὰρ οὕτως. ἄνδρες πολλοὶ καὶ μεγάλοι, πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ὑπερβεβληκότες, οἷοι οἱ γίγαντες γράφονται, τοῦτο μὲν ἐν τῷ ὄρει τοῦτο δ᾽ ἐν τῇ περὶ αὐτὸ χώρᾳ ταῖς τε πόλεσι μεθ᾽ ἡμέραν καὶ νύκτωρ ἐν τῇ γῇ περινοστοῦντες καὶ ἐν τῷ ἀέρι διαφοιτῶντες [3] ἐφαντάζοντο. καὶ μετὰ τοῦτ᾽ αὐχμοί τε δεινοὶ καὶ σεισμοὶ ἐξαίφνης σφοδροὶ ἐγίγνοντο, ὥστε καὶ τὸ πεδίον ἐκεῖνο πᾶν ἀναβράττεσθαι [p. 306] καὶ τὰ ἄκρα ἀναπηδᾶν. ἠχαί τε αἱ μὲν ὑπόγειοι βρονταῖς ἐοικυῖαι αἱ δὲ καὶ ἐπίγειοι μυκηθμοῖς ὅμοιαι συνέβαινον, καὶ τε θάλασσα συνέβρεμε [4] καὶ οὐρανὸς συνεπήχει. κἀκ τούτου κτύπος τε ἐξαίσιος ἐξαπιναίως ὡς καὶ τῶν ὀρῶν συμπιπτόντων ἐξηκούσθη, καὶ ἀνέθορον πρῶτον μὲν λίθοι ὑπερμεγέθεις, ὥστε καὶ ἐς αὐτὰ τὰ ἄκρα ἐξικέσθαι, ἔπειτα πῦρ πολὺ καὶ καπνὸς ἄπλετος, ὥστε πάντα μὲν τὸν ἀέρα συσκιασθῆναι, πάντα δὲ τὸν ἥλιον συγκρυφθῆναι καθάπερ ἐκλελοιπότα. 23. νύξ τε οὖν ἐξ ἡμέρας καὶ σκότος ἐκ φωτὸς ἐγένετο: καὶ ἐδόκουν οἱ μὲν τοὺς γίγαντας ἐπανίστασθαι ῾πολλὰ γὰρ καὶ τότε εἴδωλα αὐτῶν ἐν τῷ καπνῷ διεφαίνετο, καὶ προσέτι καὶ σαλπίγγων τις βοὴ ἠκούετὀ, οἱ δὲ καὶ ἐς χάος καὶ πῦρ [2] τὸν κόσμον πάντα ἀναλίσκεσθαι. καὶ διὰ ταῦτ᾽ ἔφυγον οἱ μὲν ἐκ τῶν οἰκιῶν ἐς τὰς ὁδοὺς οἱ δὲ ἔξωθεν εἴσω, ἔκ τε τῆς θαλάσσης ἐς τὴν γῆν καὶ ἐξ ἐκείνης ἐς τὴν θάλασσαν, οἷα 21 τεταραγμένοι 22 καὶ πᾶν τὸ ἀπὸ σφῶν ἀπὸν ἀσφαλέστερον [3] τοῦ παρόντος ἡγούμενοι. ταῦτά τε ἅμα ἐγίγνετο, καὶ τέφρα ἀμύθητος ἀνεφυσήθη 23 καὶ τήν τε γῆν τήν τε θάλασσαν καὶ τὸν ἀέρα πάντα κατέσχε, καὶ πολλὰ μὲν καὶ ἄλλα, ὥς που καὶ ἔτυχε, καὶ ἀνθρώποις καὶ χώραις καὶ βοσκήμασιν ἐλυμήνατο, τοὺς δὲ δὴ ἰχθύας τά τε ὄρνεα πάντα διέφθειρε, καὶ προσέτι καὶ πόλεις δύο ὅλας, τό τε Ἑρκουλάνεον καὶ τοὺς Πομπηίους, 24 ἐν θεάτρῳ [4] τοῦ ὁμίλου αὐτῆς 25 καθημένου, κατέχωσε. τοσαύτη [p. 308] γὰρ πᾶσα κόνις ἐγένετο ὥστ᾽ ἀπ᾽ αὐτῆς ἦλθε μὲν καὶ ἐς Ἀφρικὴν καὶ ἐς 26 Συρίαν καὶ ἐς Αἴγυπτον, ἦλθε 27 δὲ καὶ ἐς τὴν Ῥώμην, καὶ τόν τε ἀέρα τὸν ὑπὲρ αὐτῆς ἐπλήρωσε καὶ τὸν [5] ἥλιον ἐπεσκίασε. καὶ συνέβη κἀνταῦθα δέος οὐ μικρὸν ἐπὶ πολλὰς ἡμέρας 28 οὔτ᾽ εἰδόσι τοῖς ἀνθρώποις τὸ γεγονὸς οὔτ᾽ εἰκάσαι δυναμένοις, ἀλλ᾽ ἐνόμιζον καὶ ἐκεῖνοι πάντα ἄνω τε καὶ κάτω μεταστρέφεσθαι, 29 καὶ τὸν μὲν ἥλιον ἐς τὴν γῆν ἀφανίζεσθαι, τὴν δὲ γῆν ἐς τὸν οὐρανὸν ἀνιέναι. μὲν οὖν τέφρα αὕτη οὐδὲν μέγα τότε κακὸν αὐτοὺς εἰργάσατο ῾ὕστερον γὰρ νόσον σφίσι λοιμώδη δεινὴν ἐνέβαλἐ. 24. πῦρ δὲ δὴ ἕτερον ἐπίγειον τῷ ἑξῆς ἔτει πολλὰ πάνυ τῆς Ῥώμης, τοῦ Τίτου πρὸς τὸ πάθημα τὸ ἐν τῇ Καμπανίᾳ γενόμενον ἐκδημήσαντος, ἐπενείματο: 30 [2] καὶ γὰρ τὸ Σεραπεῖον καὶ τὸ Ἰσεῖον τά τε σέπτα καὶ τὸ Ποσειδώνιον τό τε βαλανεῖον τὸ τοῦ Ἀγρίππου καὶ τὸ πάνθειον τό τε διριβιτώριον 31 καὶ τὸ τοῦ Βάλβου θέατρον καὶ τὴν τοῦ 32 Πομπηίου σκηνήν, καὶ τὰ Ὀκταουίεια 33 οἰκήματα μετὰ τῶν βιβλίων, τόν τε νεὼν τοῦ Διὸς τοῦ Καπιτωλίου μετὰ τῶν συννάων αὐτοῦ κατέκαυσεν. [3] οὕτω 34 τὸ κακὸν οὐκ ἀνθρώπινον ἀλλὰ δαιμόνιον ἐγένετο: πάρεστι γὰρ ἐκ τούτων ὧν κατέλεξα παντί τῳ τεκμήρασθαι καὶ τἆλλα τὰ ἀπολλύμενα. [p. 310] δ᾽ οὖν Τίτος τοῖς μὲν Καμπανοῖς δύο ἄνδρας ἐκ τῶν ὑπατευκότων οἰκιστὰς ἔπεμψε, καὶ χρήματα ἄλλα τε καὶ τὰ 35 τῶν ἄνευ κληρονόμων [4] τεθνηκότων ἐδωρήσατο: αὐτὸς δὲ οὐδὲν οὔτε παρ᾽ ἰδιώτου οὔτε παρὰ πόλεως οὔτε παρὰ βασιλέως, καίτοι πολλῶν πολλὰ διδόντων αὐτῷ καὶ ὑπισχνουμένων, ἔλαβεν, ἀνέστησε 36 μέντοι καὶ ἐκ τῶν ὑπαρχόντων πάντα. 25. καὶ ἐπὶ μὲν τοῖς ἄλλοις οὐδὲν ἐξαίρετον ἔπραξε, τὸ δὲ δὴ θέατρον τὸ κυνηγετικὸν τό τε βαλανεῖον τὸ ἐπώνυμον αὐτοῦ ἱερώσας πολλὰ καὶ θαυμαστὰ ἐποίησε. γέρανοί τε γὰρ ἀλλήλοις ἐμαχέσαντο καὶ ἐλέφαντες τέσσαρες, ἄλλα τε ἐς ἐνακισχίλια καὶ βοτὰ καὶ θηρία ἀπεσφάγη, καὶ αὐτὰ καὶ γυναῖκες, οὐ μέντοι ἐπιφανεῖς, συγκατειργάσαντο. [2] ἄνδρες τε πολλοὶ μὲν ἐμονομάχησαν, πολλοὶ δὲ καὶ ἀθρόοι ἔν τε πεζομαχίαις καὶ ἐν ναυμαχίαις ἠγωνίσαντο. τὸ γὰρ θέατρον αὐτὸ ἐκεῖνο ὕδατος ἐξαίφνης πληρώσας ἐσήγαγε μὲν καὶ ἵππους καὶ ταύρους καὶ ἄλλα τινὰ χειροήθη, δεδιδαγμένα πάνθ᾽ ὅσα ἐπὶ τῆς γῆς πράττειν καὶ ἐν τῷ ὑγρῷ, [3] ἐσήγαγε δὲ καὶ ἀνθρώπους ἐπὶ πλοίων. καὶ οὗτοι μὲν ἐκεῖ, ὡς οἱ μὲν Κερκυραῖοι οἱ δὲ Κορίνθιοι ὄντες, ἐναυμάχησαν, ἄλλοι δὲ ἔξω ἐν τῷ ἄλσει τῷ τοῦ Γαΐου τοῦ τε Λουκίου, ποτε Αὔγουστος ἐπ᾽ αὐτὸ τοῦτ᾽ ὠρύξατο. καὶ γὰρ ἐνταῦθα τῇ μὲν πρώτῃ ἡμέρᾳ μονομαχία τε καὶ θηρίων σφαγή, κατοικοδομηθείσης σανίσι τῆς [p. 312] κατὰ πρόσωπον τῶν εἰκόνων λίμνης καὶ ἰκρία [4] πέριξ λαβούσης, τῇ δὲ δευτέρᾳ ἱπποδρομία καὶ τῇ τρίτῃ ναυμαχία τρισχιλίων ἀνδρῶν καὶ μετὰ τοῦτο καὶ πεζομαχία ἐγένετο: νικήσαντες γὰρ οἱ Ἀθηναῖοι τοὺς Συρακουσίους ῾τούτοις γὰρ τοῖς ὀνόμασι χρησάμενοι ἐναυμάχησαν᾽ ἐπεξῆλθον ἐς τὸ νησίδιον, καὶ προσβαλόντες τείχει τινὶ περὶ τὸ μνημεῖον πεποιημένῳ εἷλον αὐτό. ταῦτα μὲν ἐς ὄψιν ἥκοντα καὶ ἐφ᾽ ἑκατὸν ἡμέρας ἐγένετο, παρέσχε δέ τινα καὶ ἐς ὠφέλειαν φέροντα αὐτοῖς: [5] σφαιρία γὰρ ξύλινα μικρὰ ἄνωθεν ἐς τὸ θέατρον ἐρρίπτει, σύμβολον ἔχοντα τὸ μὲν ἐδωδίμου τινὸς τὸ δὲ ἐσθῆτος τὸ δὲ ἀργυροῦ σκεύους, ἄλλο χρυσοῦ ἵππων ὑποζυγίων βοσκημάτων ἀνδραπόδων, ἁρπάσαντάς τινας ἔδει πρὸς τοὺς δοτῆρας αὐτῶν ἀπενεγκεῖν καὶ λαβεῖν τὸ ἐπιγεγραμμένον. 26. διατελέσας δὲ ταῦτα, καὶ τῇ γε τελευταίᾳ ἡμέρᾳ καταδακρύσας ὥστε πάντα τὸν δῆμον ἰδεῖν, οὐδὲν ἔτι μέγα ἔπραξεν, ἀλλὰ τῷ ἐπιγιγνομένῳ ἔτει, ἐπί τε τοῦ Φλαουίου 37 καὶ ἐπὶ τοῦ Πωλίωνος τῶν ὑπάτων, καθιερώσας ὅσα εἴρηται, μετήλλαξεν ἐν τοῖς ὕδασιν ἐν οἷς καὶ πατὴρ [2] αὐτοῦ, ὡς μὲν φήμη λέγει, πρὸς τοῦ ἀδελφοῦ ἀναλωθείς, 38 ὅτι καὶ πρότερον ἐπεβεβούλευτο ὑπ᾽ αὐτοῦ, ὡς δέ τινες γράφουσι, νοσήσας: ἔμπνουν γάρ τοι αὐτὸν ὄντα καὶ τάχα περιγενέσθαι δυνάμενον ἐς λάρνακα χιόνος πολλῆς γέμουσαν [p. 314] Δομιτιανὸς ἐνέβαλεν, ὡς δεομένης τῆς νόσου τάχα τινὸς περιψύξεως, 39 ἵνα θᾶσσον ἀποθάνῃ. [3] ἔτι γοῦν ζῶντος αὐτοῦ ἔς τε τὴν Ῥώμην ἀφίππευσε καὶ ἐς τὸ στρατόπεδον ἐσῆλθε, τήν τε ἐπίκλησιν καὶ τὴν ἐξουσίαν τοῦ αὐτοκράτορος ἔλαβε, δοὺς αὐτοῖς ὅσονπερ καὶ ἀδελφὸς αὐτοῦ ἐδεδώκει. δ᾽ οὖν Τίτος ἀποψύχων εἶπε μὲν ὅτιἓν μόνον ἐπλημμέλησα,’ τί δὲ δὴ τοῦτο εἴη οὐ διεσάφησεν, ἀλλ᾽ οὐδ᾽ ἄλλος οὐδεὶς ἀκριβῶς ἀνέγνω. οἱ μὲν γὰρ τὸ οἱ δὲ τὸ κατείκασαν: [4] κρατεῖ δ᾽ οὖν, ὡς 40 μέν τινες λέγουσιν, ὅτι τὴν Δομιτίαν τὴν τοῦ ἀδελφοῦ γυναῖκα ἔσχεν, ὡς δ᾽ ἕτεροι, οἷς ἐγὼ πείθομαι, ὅτι τὸν Δομιτιανὸν σαφῶς ἐπιβουλεύσαντά οἱ λαβὼν οὐκ ἀπέκτεινεν, ἀλλ᾽ αὐτός τε ὑπ᾽ ἐκείνου παθεῖν τοῦτο μᾶλλον εἵλετο, καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀνδρὶ τοιούτῳ ἐξέδωκεν οἷον διέξοδος τοῦ λόγου δηλώσει. ἦρξε δὲ δύο ἔτη καὶ μῆνας δύο ἡμέρας τε εἴκοσιν, ὡς προείρηται.” Xiph. 212, 17-216, 23 R. St.[p. 316]

1 o( supplied by Bk.

2 kai\ mh=nas o)ktw/ *wC, kai\ mh=nas o)ktw\ kai\ h(me/ras o)ktw/ Zon.

3 *bereni/khs Reim., beroni/khs *wC.

4 o(/ti Zon., om. wC.

5 a)/llw| Sylb., a)/lloi *wC.

6 e)s au(tou\s Bs., e)p' au)tou\s *wC.

7 e)p' Zon., kai\ e)p' *wC.

8 e)zh/kei C2, e)zh/tei *wC1.

9 pole/mous Zon., polemi/ous *wC.

10 au(tou= Bk,. au)tou= *wC.

11 doqe/nta Zon., bebaiwqe/nta *wC.

12 Cf. o(/ti e)pi\ *ti/tou ... a)nh/r tis ... *ne/rwn te ei)=nai e)pla/tteto, kai\ diapefeuge/nai pa/lai tou\s e)p' au)to\n stale/ntas stratiw/tas, e)n a)fanei= de/ pou pepoih=sqai ta\s diatriba\s e)s to/de. pollou\s gou=n e)/k te th=s ka/tw *)asi/as tou/tois a)path/sas toi=s lo/gois e(/pesqai/ oi( a)ne/peise, kai\ e)pi\ to\n *eu)fra/thn proi+w\n pollw=| plei/ous prosepoih/sato. te/los pro\s *parquai/ous, w(s kai\ o)feilome/nhs au)tw=| pro\s e)kei/nwn a)moibh=s tinos dia\ th\n th=s *)armeni/as a)po/dosin, kate/fugen. ou) mh\n a)/cio/n ti th=s e)pinoi/as ei)rga/sato, a)lla\ fwraqei\s o(\s h)=n taxe/ws a)pw/leto. Joann. Antioch. (fr. 104 Muell.)

13 prossxo/ntes Bk., prosxo/ntes *wC.

14 *)agriko/las R. Steph., a)griko/laos *wC (so just belos'.

15 para\ tou= *ti/tou *wC, par' au)tou= Polak, following Casaubon (par' au)tou= tou/tou).

16 Cf. e)n de\ tw=| prw/tw| th=s h(gemoni/as au)tou= e)/tei pu=r e)n *kampani/a| polu\ kata\ to\ fqino/pwron a)qro/on e)ch/nqhse. Zonaras (11, 18, p. 55, 28-30 D.)

17 me\n Zon., om. wC.

18 laqrai/as *wC, e)leuqe/ras Zon.

19 e)/xwn *wC, e)/xon Zon.

20 e)n supplied by Bk.

21 oi(=a Rk., oi( a)/lloi *wC.

22 tetaragme/noi Bk., te taratto/menoi *wC.

23 a)nefush/qh Zon., e)fush/qh *wC.

24 tou\s *pomphi/ous Reim., tou\s pompi/ous *wC Zon. (pompei/ous Zon. E).

25 au)th=s *wC, au)tw=n Zon.

26 e)s Zon., om. wC.

27 h)=lqe Bk., e)sh=lqe *wC.

28 polla\s h(me/ras H. Steph., pollai=s h(me/rais *wC.

29 metastre/fesqai Bk., katastre/fesqai *wC.

30 e)penei/mato *w, a)penei/mato C.

31 diribitw/rion Bk., diribetw/rion *wC.

32 tou= supplied by R. Steph.

33 *)oktaoui/eia Dind., o)ktaoueii/a *w, o)ktaou/eia C.

34 ou(/tw Bk., ou(/tw te *wC.

35 ta\ R. Steph. (so Zon.), ta\ xrh/mata *wC.

36 a)ne/sthse R. Steph. (so Zon.), a)ni/sthsi *wC.

37 *flaoui/ou Bk., flabi/ou *wC.

38 a)nalwqei/s Bk., a)/llws q' *wC.

39 w(s —periyu/cews Zon., w(s dh=qen qerapeu/swn hist. Aug. Byz., om. wC.

40 w(s Bk., oi( *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: