previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εὐφρονίῳ, ἐπισκόπῳ Κολωνείας Ἀρμενίας.

Διὰ τὸ μακρὰν ἀπῳκίσθαι τῶν ὁδευομένων τοπων τὴν Κολώνειαν, ἣν Κύριος ἔδωκεν ὑπὸ [p. 88] σοὶ διιθύνεσθαι, πολλάκις κἂν τοῖς ἄλλοις ἀδελφοῖς ἐπιστέλλωμεν τοῖς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὀκνηρῶς πέμπομεν γράμματα πρὸς τὴν εὐλάβειάν σου, μηδένα ἐλπίζοντες εἶναι τὸν μέχρις ἐκείνων διακομίζοντα. ἀλλὰ νῦν αὐτόν σε παρέσεσθαι προσδοκῶντες, διαπεμφθήσεσθαι τὴν ἐπιστολὴν παρὰ τῶν ἐπισκόπων οἷς ἐπεστείλαμεν, καὶ γράφομεν τῇ εὐλαβείᾳ σου, καὶ προσαγορεύομέν σε διὰ τοῦ γράμματος, ὁμοῦ μὲν σημαίνοντες ὅτι δοκοῦμεν ἔτι εἶναι ὑπὲρ τῆς γῆς, ὁμοῦ δὲ παρακαλοῦντες προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα Κύριος ἐλαττώσῃ τὰς θλίψεις, καὶ τὸ πολὺ τοῦτο βάρος τῆς ὀδύνης τῆς νῦν ἐπικειμένης ταῖς καρδίαις ἡμῶν, οἷόν τι νέφος, ἀφ̓ ἡμῶν ἀπαγάγῃ. ἔσται δὲ τοῦτο ἐὰν ταχεῖαν δῷ τὴν ἐπάνοδον τοῖς θεοφιλεστάτοις ἐπισκόποις, οἳ νῦν εἰσιν ἐν τῇ διασπορᾷ, δίκας διδόντες ὑπὲρ τῆς εὐσεβείας.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: