Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μέμνημαι τῆς μεγάλης σου τιμῆς,
ὅτι μοι 1
μετὰ τῶν ἄλλων ἔδωκας καὶ τὸ θαρσεῖν ἐπιστέλλειν
σου τῇ μεγαλοφυΐᾳ.
κέχρημαι τοίνυν τῇ
δωρεᾷ,
καὶ ἀπολαύω τῆς φιλανθρωποτάτης
χάριτος,
ὁμοῦ μὲν ἐμαυτὸν εὐφραίνων ἐκ τοῦ
διαλέγεσθαι ἀνδρὶ τοσούτῳ,
ὁμοῦ δὲ καὶ τῇ σῇ
μεγαλονοίᾳ καιρὸν ἐνδιδοὺς σεμνύνειν ἡμᾶς ταῖς
ἀποκρίσεσιν.
ἐπεὶ 2 δὲ ἱκέτευσα τὴν σὴν ἡμερότητα
ὑπὲρ τοῦ ἑταίρου ἡμῶν Ἑλλαδίου τοῦ
πρωτεύοντος,
ὥστε,
τῆς ἐπὶ τῇ ἐξισώσει φροντίδος
αὐτὸν ἀνεθέντα,
ἐν τοῖς πράγμασι τῆς
πατρίδος ἡμῶν συγχωρηθῆναι μοχθεῖν,
καί τινος
εὐμενοῦς νεύματος ἠξιώθην,
ἀνανεοῦμαι τὴν αὐτὴν
πρεσβείαν,
καί σε καθικετεύω καταπεμφθῆναι
πρόσταγμα τῷ ἄρχοντι τῆς ἐπαρχίας συγχωρῆσαι
αὐτῷ τὴν ἐνόχλησιν.