previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καισαρίῳ τῷ ἀδελφῷ Γρηγορίου. 1

Χάρις τῷ Θεῷ, τῷ τὰ ἑαυτοῦ θαυμάσια καὶ ἐν 2 σοὶ ἐπιδειξαμένῳ, 3 καὶ ἐκ τοσούτου θανάτου διασώσαντί σε, τῇ τε πατρίδι καὶ ἡμῖν τοῖς προσήκουσι. λείπεται δὴ οὖν μὴ ἀχαρίστους ἡμᾶς ὀφθῆναι μηδ̓ ἀναξίους τῆς τοσαύτης εὐεργεσίας. ἀλλὰ κατὰ δύναμιν τὴν ἡμετέραν διαγγέλλειν τοῦ Θεοῦ τὰ παράδοξα, καὶ ἧς ἔργῳ πεπειράμεθα φιλανθρωπίας, ταύτην ἀνυμνεῖν, καὶ μὴ λόγῳ μόνον ἀποδιδόναι τὴν χάριν, ἀλλὰ καὶ ἔργῳ τοιοῦτον γενέσθαι, οἷον καὶ νῦν εἶναι πειθόμεθα, τεκμαιρόμενοι τοῖς περί σε θαύμασι. Καὶ ἔτι μειζόνως τῷ Θεῷ δουλεύειν παρακαλοῦμεν, προσθήκαις ἀεὶ τὸν φόβον συναύξοντα καὶ εἰς τὸ τέλειον 4 προκόπτοντα, ἵνα φρόνιμοι οἰκονόμοι τῆς ζωῆς ἡμῶν ἀποδειχθῶμεν, εἰς ἣν ἡμᾶς ἀγαθότης τοῦ Θεοῦ ἐταμιεύσατο. εἰ γὰρ καὶ πᾶσιν ἡμῖν πρόσταγμά ἐστι παραστῆσαι ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, πῶς οὐχὶ μᾶλλον τοῖς ὑψωθεῖσιν ἐκ τῶν πυλῶν τοῦ θανάτου; τοῦτο δ̓ ἂν μάλιστα, ὡς ἐμαυτὸν [p. 156] πείθω, κατορθωθείη, εἰ βουληθείημεν ἀεὶ τὴν αὐτὴν ἔχειν διάνοιαν, ἣν εἴχομεν 5 ἐπὶ τοῦ καιροῦ τῶν κινδύνων. πάντως γάρ που εἰσῄει ἡμᾶς τοῦ βίου τὸ μάταιον, καὶ ὡς οὐδὲν πιστὸν τῶν ἀνθρωπίνων, οὔτε 6 πάγιον, οὕτω ῥᾳδίως ἐχόντων τὰς μεταπτώσεις. καί πού τις μεταμέλεια μὲν ἔκ τε τῶν εἰκότων ἐνεγίνετο ἡμῖν, ἐπὶ τοῖς φθάσασιν ὑπόσχεσις 7 δὲ περὶ τῶν ἐφεξῆς, εἰ περισωθείημεν, Θεῷ δουλεύειν 8 καὶ ἑαυτῶν ἐπιμέλεσθαι 9 κατὰ πᾶσαν ἀκρίβειαν. εἰ γάρ τινα ἡμῖν ἔννοιαν τοῦ θανάτου κίνδυνος ἐπικείμενος ἐνεδίδου, οἶμαί σε ταῦτα ἐγγύτατα 10 τούτων ἀναλογίζεσθαι τηνικαῦτα. Ὥστε ἀναγκαίου ὀφλήματος ἐκτίσει ὑπεύθυνοι καθεστήκαμεν. ταῦτα ὁμοῦ μὲν περιχαρὴς ὢν τῇ τοῦ Θεοῦ δωρεᾷ, ὁμοῦ δὲ καὶ φροντίδα ἔχων περὶ 11 τῶν μελλόντων, ἀπεθάρσησα ὑπομνῆσαι τὴν τελειότητά σου. σὸν δέ ἐστιν εὐμενῶς καὶ ἡμέρως προσέσθαι ἡμῶν τοὺς λόγους, ὡς καὶ ἐν ταῖς κατ̓ ὀφθαλμοὺς ὁμιλίαις σοὶ ἦν 12 σύνηθες.

1 tw=| a)delfw=| *grhgori/ou om. A, B, C, D; *kaisari/w=| a)delfw=| *grhgori/ou tou= qeolo/gou basi/leios F.

2 e)n om. A, B, C, D.

3 e)pideiknume/nw| A, B, C, D.

4 a)ei\ add. E, F.

5 e)/xomen C, D, E.

6 ou)de\ E, F.

7 u(posxe/seis B, D.

8 douleu/sein F.

9 e)pimele/sesqai E, F.

10 e)gguta/tw| B.

11 u(pe\r C, D.

12 soi\ h)=n om. C, D.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: