previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κομενταρησίῳ

Ἐπειδή τινες ἐν τῇ συνόδῳ τῇδε συνελήφθησαν τῶν τὰ πονηρὰ ἐργαζομένων, καὶ κλεπτόντων παρὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἱμάτια εὐτελῆ πτωχῶν ἀνθρώπων, οὓς ἐνδύειν μᾶλλον ἐχρῆν ἀποδύειν, συνελάβοντο μὲν αὐτοὺς οἱ τῆς εὐταξίας ἐπιμελόμενοι τῆς ἐκκλησιαστικῆς, νομίσας δὲ αὐτῷ σοι διαφέρειν, ὡς τὰ δημόσια πράττοντι, τὴν τῶν τοιούτων ὑποδοχήν, ἐπέστειλά σοι, γνωρίζων ὅτι τὰ ἐν ταῖς ἐκκλησίαις ἁμαρτανόμενα ὑφ̓ ἡμῶν 1 προσήκει τῆς πρεπούσης τυγχάνειν διορθώσεως, δικαστὰς δὲ περὶ τούτων μὴ παρενοχλεῖσθαι. διὰ τοῦτο καὶ τὰ σῦλα αὐτῶν, δηλοῖ τὸ παρὰ σοὶ κείμενον, καὶ ἐπὶ πάντων τῶν παρόντων γενομένη ἀντιγραφή, ὑποδεχθῆναι προσέταξα, καὶ τὰ μὲν ταμιευθῆναι τοῖς ἐπερχομένοις, τὰ δὲ διαδοθῆναι τοῖς παροῦσι: τοὺς δὲ ἀνθρώπους ἐπιστρέψαι ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, οὓς οἶμαι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ βελτίους ποιήσειν πρὸς τὸ ἐφεξῆς. γὰρ αἱ τῶν δικαστηρίων πληγαὶ οὐκ ἐργάζονται, 2 ταῦτα ἔγνωμεν πολλάκις τὰ φοβερὰ κρίματα τοῦ Κυρίου κατορθοῦντα: εἰ δὲ δοκεῖ σοι καὶ περὶ [p. 178] τούτων ἀνενεγκεῖν τῷ κόμητι, τοσοῦτον θαρροῦμεν τοῖς δικαίοις καὶ τῇ τοῦ ἀνδρὸς ὀρθότητι, ὅτι ἐπιτρέπομέν σοι ποιεῖν βούλει.

1 h(mi=n editi anti#3ui.

2 e)cerga/zontai E.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: