previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τοῖς Νεοκαισαρεῦσιν.

Πολὺν χρόνον ἀπεσιωπήσαμεν πρὸς ἀλλήλους, ἀδελφοὶ τιμιώτατοι ἡμῖν καὶ περιπόθητοι, ὥσπερ οἱ πρὸς ὀργὴν διαναστάντες. καίτοι τίς οὕτω βαρύμηνις καὶ δυσδιάλλακτος τῷ λελυπηκότι, ὥστε ὅλῃ σχεδὸν ἀνθρώπου γενεᾷ τὴν ἐκ τοῦ μίσους ὀργὴν συμπαρεκτεῖναι; περὶ ἡμᾶς ἐστιν ἰδεῖν γινόμενον, οὐδεμιᾶς τοῦ διεζεῦχθαι δικαίας ἀφορμῆς ὑπαρχούσης, οὐκοῦν ὅσα γε ἴσμεν αὐτοί, ἀλλὰ τὸ ἐναντίον, πολλῶν καὶ μεγάλων πρὸς τὴν ἄκραν ἡμῖν φιλίαν καὶ ἕνωσιν ἐνυπαρχόντων τὸ ἐξ ἀρχῆς: ἑνὸς μὲν τοῦ μεγίστου καὶ πρώτου, τῆς ἐντολῆς τοῦ Κυρίου διαρρήδην εἰπόντος, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους: καὶ πάλιν τοῦ Ἀποστόλου σαφῶς τὸ τῆς ἀγάπης καλὸν παριστῶντος ἡμῖν, τοῦτο μὲν ἐν οἷς ἀποφαίνεται πλήρωμα νόμου εἶναι τὴν ἀγάπην, τοῦτο δὲ ὅταν προτίθησι πάντων ὁμοῦ τῶν μεγάλων τὸ τῆς ἀγάπης καλόν, ἐν οἷς φησιν: Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν, [p. 156] καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾷν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι: οὐχ ὡς δυναμένου ποτὲ τῶν ἀπηριθμημένων ἑκάστου δίχα τῆς ἀγάπης ἐνεργηθῆναι, ἀλλὰ βουλομένου τοῦ ἁγίου, ὡς αὐτὸς εἶπε, τῷ καθ̓ ὑπερβολὴν τρόπῳ τὴν κατὰ πάντων ὑπεροχὴν προσμαρτυρῆσαι τῇ ἐντολῇ. Δεύτερον δέ, ὅτι εἴ τι μέγα συμβάλλεται πρὸς συνάφειαν καὶ τὸ τῶν αὐτῶν μετασχεῖν διδασκάλων, οἱ αὐτοὶ ὑμῖν τέ εἰσι καὶ ἡμῖν διδάσκαλοί τε τῶν μυστηρίων τοῦ Θεοῦ, καὶ πατέρες πνευματικοί, οἱ ἐξ ἀρχῆς τὴν Ἐκκλησίαν τὴν ὑμετέραν θεμελιώσαντες. Γρηγόριον λέγω τὸν πάνυ, καὶ ὅσοι ἐφεξῆς ἐκείνῳ τῆς παῤ ὑμῖν ἐπισκοπῆς τὸν θρόνον διαδεξάμενοι, ἄλλος ἐπ̓ ἄλλῳ ὥσπερ τινὲς ἀστέρες ἐπανατέλλοντες, κατὰ τῶν αὐτῶν ἰχνῶν ἐπέβησαν, ὥστε διάγνωστα καταλιπεῖν τῆς κατ̓ οὐρανὸν πολιτείας τὰ σημεῖα τοῖς βουλομένοις. εἰ δὲ καὶ αἱ σωματικαὶ οἰκειότητες οὐκ ἀπόβλητοι, ἀλλὰ καὶ μέγα συμβαλλόμεναι πρὸς ἀρραγῆ συνάφειαν καὶ κοινωνίαν βίου, καὶ ταῦτα ἡμῖν ὑπῆρξε πρὸς ὑμᾶς τὰ [p. 158] δίκαια. τίνος οὖν ἕνεκεν, σεμνοτάτη πόλεων ῾δἰ ὑμῶν γὰρ τῇ πόλει πάσῃ διαλέγομαἰ, οὐ γράμμα ἥμερον αὐτόθεν, οὐ φωνὴ δεξιά, ἀλλ̓ ἤνοικται μὲν ὑμῶν τὰ ὦτα τοῖς διαβάλλειν ἐπιχειροῦσιν; ὥστε τοσοῦτον πλέον στενάζειν ὀφείλω, ὅσῳπερ ἂν μᾶλλον ἴδω τὸ σπουδαζόμενον αὐτοῖς κατορθούμενον: ἐπειδὴ τὸ τῆς διαβολῆς ἔργον φανερὸν ἔχει τὸν καθηγούμενον, ὅς ἀπὸ πολλῶν ὑπάρχων ἀδικημάτων γνώριμος, ἀπὸ ταύτης μάλιστα τῆς πονηρίας χαρακτηρίζεται, ὥστε καὶ ὄνομα αὐτῷ γενέσθαι τὴν ἁμαρτίαν. πλὴν ἀλλ̓ ὑμεῖς ἀνάσχεσθέ μου τῆς παρρησίας: ἀμφοτέρας τὰς ἀκοὰς τοῖς διαβάλλουσιν ἡμᾶς ἀναπετάσαντες, πάντα ἀνεξετάστως ταῖς ψυχαῖς παραδέχεσθε: καὶ οὐδεὶς τοῦ ἀληθοῦς τὸ ψεῦδος φυλοκρινῶν. τίς ἠπόρησέ ποτε πονηρῶν ἐγκλημάτων μόνος ἀγωνιζόμενος; τίς ἠλέγχθη ψευδόμενος μὴ παρόντος τοῦ συκοφαντουμένου; ποῖον ῥῆμα οὐκ ἔστι πιθανὸν τοῖς ἀκούουσιν, ἐὰν μὲν λοίδορος διατείνηται, μὴν οὕτως ἔχειν, δὲ λοιδορούμενος μήτε παρῇ, μήτε ἐπακούῃ τῶν βλασφημιῶν; οὐδὲ αὐτὴ τοῦ βίου συνήθεια παιδεύει ὑμᾶς πρὸς ταῦτα, ὅτι δεῖ τὸν μέλλοντα ἴσον καὶ κοινὸν ἀκροατὴν γενήσεσθαι, μὴ ὅλον ἀπάγεσθαι παρὰ τοῦ προλαβόντος, ἀλλ̓ ἀναμένειν καὶ τὴν ἀπολογίαν τοῦ ἐναγομένου, ἵν̓ οὕτως ἐκ τῆς παραθέσεως ἑκατέρων τῶν λόγων διαδειχθῇ ἀλήθεια; κρῖμα δίκαιον κρίνατε πρόσταγμά ἐστιν ἓν τῶν ἀναγκαιοτάτων εἰς σωτηρίαν. [p. 160] Καὶ ταῦτα λέγω, οὐκ ἐπιλελησμένος τῶν ἀποστολικῶν ῥημάτων, ὅτι φεύγων ἐκεῖνος τὰ ἀνθρώπινα κριτήρια, ὅλον ἑαυτοῦ τὸν βίον ταῖς εὐθύναις τοῦ ἀνεξαπατήτου δικαστηρίου ἐταμιεύετο ἐν οἷς φησιν: Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ̓ ὑμῶν ἀνακριθῶ, ὑπὸ ἀνθρωπίνης ἡμέρας. ἀλλ̓ ὅμως ἐπειδὴ προλαβοῦσαι διαβολαὶ ψευδεῖς κατέσχον ὑμῶν τὰς ἀκοάς, καὶ διαβέβληται μὲν ἡμῶν βίος, διαβέβληται δὲ περὶ τὸν Θεὸν ἡμῶν πίστις, εἰδὼς ὅτι τρισὶν ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται διαβάλλων: τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ, καὶ πρὸς οὓς λόγος ἐστὶν αὐτῷ, καὶ ἑαυτόν: τῆς μὲν ἐμαυτοῦ βλάβης κἂν ἀπεσιώπησα, εὖ ἴστε, οὐ καταφρονῶν τῆς παῤ ὑμῖν ὑπολήψεως, ῾πῶς γὰρ ὅς γε ἵνα μὴ ταύτην ζημιωθῶ, ταῦτα ἐπιστέλλω καὶ ἀγωνίζομαι νῦν;᾿ ἀλλ̓ ὁρῶν ὅτι ἐν τρισὶ τοῖς βλαπτομένοις τὰ ἐλάττονα ζημιούμενος εἰμὶ ἐγώ. ἐγὼ μὲν γὰρ ὑμᾶς ἀποστεροῦμαι, ὑμεῖς δὲ τὴν ἀλήθειαν ἀφαιρεῖσθε: καὶ τούτων αἴτιος ἐμὲ μὲν ὑμῶν διίστησιν, ἑαυτὸν δέ ἀλλοτριοῖ τοῦ Κυρίου: διότι οὐκ ἔστι Θεῷ ἐκ τῶν ἀπηγορευμένων οἰκειωθῆναι. ὑμῶν οὖν μᾶλλον ἕνεκεν ἐμαυτοῦ ποιοῦμαι τοὺς λόγους, καὶ τοῦ ὑμᾶς ἐξελέσθαι βλάβης οὐκ ἀνεκτῆς. τί γὰρ ἂν καὶ μεῖζον πάθοι κακόν τις τὸ τιμιώτατον τῶν ὄντων ζημιωθείς, τὴν ἀλήθειαν; Τί οὖν φημι, ἀδελφοί; οὐχ ὅτι ἀναμάρτητός τις ἐγώ, οὔθ̓ ὅτι βίος ἐμὸς οὐχὶ πλήρης ἐστὶ μυρίων ἐλαττωμάτων: οἶδα γὰρ ἐμαυτὸν καὶ οὐ [p. 162] διαλείπω γε στάζων τὸ δάκρυον ὑπὲρ τῶν ἁμαρτημάτων, εἴ πως δυνηθείην ἐξιλάσασθαί μου τὸν Θεὸν καὶ διαφυγεῖν τὴν ἀπειληθεῖσαν κόλασιν: ἀλλ̓ ὅτι τὰ ἡμέτερα κρίνων, εἰ μὲν καθαρὸν ἔχειν διαβεβαιοῦται τὸν ὀφθαλμόν, καρφολογείτω ἡμῶν τό ὄμμα. ὁμολογοῦμεν γὰρ δεῖσθαι πολλῆς τῆς ἐκ τῶν ὁγιαινόντων ἐπιμελείας: εἰ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποι, καὶ τοσούτῳ γε πλέον οὐκ ἐρεῖ, ὅσῳπερ ἂν μᾶλλον καθαρὸς, διότι ἴδιον τῶν τελείων τὸ μὴ ἑαυτοὺς ὑπεραίρειν, ἐπεὶ πάντως ὑπόδικοι τῇ ἀλαζονείᾳ τοῦ Φαρισαίου γενήσονται, ὃς ἑαυτὸν δικαιῶν κατέκρινε τὸν τελώνην, μετ̓ ἐμοῦ ζητείτω τὸν ἰατρόν, καὶ μὴ πρὸ καιροῦ κρινέτω, ἕως ἂν ἔλθῃ Κύριος, ὃς ἀποκάλυψει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. μεμνήσθω δὲ καὶ τοῦ εἰπόντος: μὴ κρίνετε, ἵνα μὴ κριθῆτε: καί, Μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε. ὅλως δέ, ἀδελφοί, εἰ μὲν ἰάσιμα ἡμῶν ἐστι τὰ πλημμελήματα, τί οὐχὶ πείθεται τῷ διδασκάλῳ τῶν ἐκκλησιῶν λέγοντι: Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον; εἰ δὲ ἀνίατος ἡμῶν ἀνομία, τί [p. 164] οὐχὶ εἰς πρόσωπον ἡμῖν ἀντικαθίσταται καὶ δημοσιεύσας ἡμῶν τὰ ἀνομήματα ἐλευθεροῖ τῆς παῤ ἡμῶν βλάβης τὰς ἐκκλησίας; μὴ τοίνυν ἀνάσχησθε τῆς ὑπ̓ ὀδόντα λαλουμένης καθ̓ ἡμῶν λοιδορίας. τοῦτο γὰρ κἂν παιδίσκη μία τῶν ἐκ μύλωνος ποιήσειε, κἂν τῶν ἀγοραίων τις μεθ̓ ὑπερβολῆς ἐπιδείξαιτο, οἷς γλῶσσα πρὸς πᾶσαν ἠκόνηται λοιδορίαν. ἀλλ̓ εἰσὶν ἐπίσκοποι: κληθῶσιν εἰς ἀκρόασιν. ἔστι κλῆρος κατὰ πᾶσαν τοῦ Θεοῦ παροικίαν: συναχθήτωσαν οἱ δοκιμώτατοι. λεγέτω μετὰ παρρησίας βουλόμενος, ἵνα ἔλεγχος τὸ γινόμενον, καὶ μὴ λοιδορία. ὑπ̓ ὄψιν ἀγέτω τὰ λανθάνοντά μου τῆς πονηρίας: μισείτω δὲ μηδὲ τότε, ἀλλὰ νουθετείτω ὡς ἀδελφόν. ἐλεεῖσθαί που δικαιότεροί ἐσμεν παρὰ τῶν μακαρίων ἀνδρῶν καὶ ἀναμαρτήτων οἱ ἁμαρτωλοὶ ἡμεῖς μᾶλλον χαλεπαίνεσθαι. Εἰ δὲ περὶ πίστιν τὸ σφάλμα, δειχθήτω ἡμῖν συγγραφή: πάλιν ἴσον καὶ κοινὸν κριτήριον καθισάτω. ἀναγνωσθήτω τὸ ἔγκλημα. δοκιμασθήτω, εἰ μὴ ἀγνοίᾳ τοῦ ἐγκαλοῦντος ἔγκλημα εἶναι δοκεῖ μᾶλλον, τῇ ἑαυτοῦ φύσει κατεγνωσμένον ἐστὶ τὸ γράμμα. πολλὰ γὰρ τῶν καλῶν οὐ δοκεῖ εἶναι τοιαῦτα τοῖς τὸ κριτήριον τῆς διανοίας οὐκ ἀκριβὲς κεκτημένοις. ἐπεὶ καὶ τὰ ἰσοβαρῆ τῶν ὄγκων οὐκ ἶσα εἶναι δοκεῖ, ὅταν μὴ ἰσορρόπως ἔχωσι πρὸς ἀλλήλας αἱ πλάστιγγες. καὶ τὸ μέλι ἤδη πικρόν τισι κατεφάνη, τὴν γευστικὴν αἴσθησιν ὑπὸ τοῦ πάθους διεφθαρμένοις. ἀλλὰ καὶ ὀφθαλμὸς οὐχ ὑγιῶς ἔχων πολλὰ μὲν τῶν ὄντων οὐκ εἶδε, πολλὰ δὲ τῶν οὐκ ὄντων ὑπέθετο. καὶ τοίνυν καὶ ἐπὶ τῆς τῶν λόγων [p. 166] δυνάμεως τὸ ἴσον ὁρῶ πολλάκις γινόμενον, ὅταν τῆς τῶν συγγραψαμένων ἕξεως κριτὴς ἀπολιμπάνηται. δεῖ γὰρ σχεδὸν ἐκ τῆς αὐτῆς παρασκευῆς ὡρμῆσθαι τόν τε κρίνοντα τοὺς λόγους καὶ τὸν συγγράφοντα. τὰ μὲν γεωργίας ἔργα οὐ δυνατός ἐστι κρίνειν γε μὴ γεωργικός, καὶ τὸ ἐκμελές τε καὶ ἐμμελὲς τῶν κατὰ μουσικὴν ῥυθμῶν οὐ διαγνώσεται μὴ τὴν ἐπιστήμην ἔχων τῆς μουσικῆς: λόγων δὲ κριτὴς εὐθὺς βουλόμενος ἔσται, μήτε διδάσκαλον ἔχων ἑαυτοῦ δεικνύναι, οὔτε χρόνον ἐν μεμάθηκεν, οὔτε ὅλως ἐπαΐων τι μικρὸν μεῖζον τῶν περὶ λόγους. ἐγὼ δὲ ὁρῶ, ὅτι καὶ ἐν τοῖς λογίοις τοῦ Πνεύματος οὐ παντὶ ἐξῆν ἐπιβάλλειν τῇ ἐξετάσει τῶν εἰρημένων, ἀλλὰ τῷ ἔχοντι τὸ Πνεῦμα τῆς διακρίσεως, καθὼς ἐδίδαξεν ἡμᾶς ἀπόστολος, ἐν ταῖς διαιρέσεσι τῶν χαρισμάτων εἰπών: μὲν γὰρ διὰ τοῦ Πνεῦματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα: ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι: ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων: ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων. ὥστε εἰ μὲν πνευματικὰ τὰ ἡμέτερα, δεικνύτω ἑαυτὸν ἔχοντα τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευματικῶν τὰ ἡμέτερα κρίνειν βουλόμενος: εἰ δέ, ὡς αὐτὸς λοιδορεῖ, ἀπὸ τῆς σοφίας ἐστὶ τοῦ κόσμου τούτου, δειξάτω ἑαυτὸν ἔμπειρον τῆς σοφίας τοῦ κόσμου, καὶ τότε αὐτῷ τὰς ψήφους τῆς κρίσεως ἐπιτρέψομεν. καὶ μηδεὶς οἰέσθω ταῦτα πρὸς ἀποφυγὴν τῶν ἐλέγχων ἐπινοεῖσθαι [p. 168] παῤ ἡμῶν. ὑμῖν γὰρ ἐπιτρέπω, ποθεινότατοι ἀδελφοί, ἐφ̓ ἑαυτῶν ποιήσασθαι τῶν ἐγκαλουμένων ἡμῖν τὴν ἐξέτασιν. οὕτως ἐστὲ βραδεῖς τὴν διάνοιαν, ὥστε πάντων δεῖσθαι τῶν συνηγόρων πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν; ἀλλ̓ ἐὰν μὲν ἀναντίρρητα ὑμῖν φανῇ ἐφ̓ ἑαυτῶν, πείσατε τοὺς ἐρεσχελοῦντας ἀφέσθαι πάσης φιλονεικίας: ἐὰν δέ τι δοκεῖ καὶ ἀμφίβολον ἔχειν, ἐρωτήσατε ἡμᾶς διά τινων μεσιτῶν δυναμένων πιστῶς διακονήσασθαι τὰ ἡμέτερα: καὶ ἐγγράφους, εἰ δοκεῖ, ἀπαιτήσατε ἡμᾶς τὰς ἀποδεῖξεις. πάντως δὲ παντὶ τρόπῳ σπουδάσατε μὴ ἀνεξέταστα ταῦτα καταλιπεῖν. Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναργεστέρα ἀπόδειξις ὅτι τραφέντες ἡμεῖς ὑπὸ τίτθῃ μακαρίᾳ γυναικί, παῤ ὑμῶν ὡρμημένῃ; Μακρίναν λέγω τὴν περιβόητον, παῤ ἧς ἐδιδάχθημεν τὰ τοῦ μακαριωτάτου Γρηγορίου ῥήματα, ὅσα πρὸς αὐτὴν ἀκολουθίᾳ μνήμης διασωθέντα αὐτή τε ἐφύλασσε, καὶ ἡμᾶς ἔτι νηπίους ὄντας ἔπλαττε καὶ ἐμόρφου τοῖς τῆς εὐσεβείας δόγμασιν. ἐπειδὴ δὲ καὶ αὐτοὶ τὴν τοῦ φρονεῖν δύναμιν ἀπελάβομεν, τοῦ λόγου ἡμῖν διὰ τῆς ἡλικίας συμπληρωθέντος, πολλὴν ἐπελθόντες γῆν τε καὶ θάλασσαν, εἴ τινας εὕρομεν τῷ παραδοθέντι κανόνι τῆς εὐσεβείας στοιχοῦντας, τούτους καὶ πατέρας ἐπεγραψάμεθα καὶ ὁδηγοὺς τῶν ψυχῶν ἡμῶν εἰς τὴν πρὸς Θεὸν πορείαν ἐποιησάμεθα. καὶ μέχρι γε τῆς ὥρας ταύτης, χάριτι τοῦ καλέσαντος ἡμᾶς κλήσει ἁγίᾳ εἰς τὴν ἑαυτοῦ ἐπίγνωσιν, οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παραδεξάμενοι, οὐδὲ [p. 170] μολυνθέντες ποτὲ τὰς ψυχὰς τῇ δυσωνύμῳ τῶν Ἀρειανῶν βλασφημίᾳ. ἀλλ̓ εἴ τινάς ποτε ὡρμημένους ἐξ ἐκείνου τοῦ διδασκάλου εἰς κοινωνίαν προσελαβόμεθα, ἐπικρυπτομένους τὴν ἐν τῷ βάθει νόσον, καὶ ῥήματα λαλοῦντας εὐσεβῆ, τοῖς γε παῤ ἡμῶν λεγομένοις μὴ ἀντιτείνοντας, οὕτω προσηκάμεθα, οὔτε πᾶσαν ἑαυτοῖς τὴν κατ̓ αὐτοὺς κρίσιν ἐπιτρέψαντες, ἀλλὰ ταῖς προεξενεχθείσαις περὶ αὐτῶν ψήφοις παρὰ τῶν πατέρων ἡμῶν ἀκολουθήσαντες. ἐγὼ γὰρ δεξάμενος γράμματα τοῦ μακαριωτάτου πατρὸς Ἀθανασίου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, καὶ ἔχω ἐν ταῖς χερσὶ καὶ προβάλλομαι τοῖς ἐπιζητοῦσιν, ἐν οἷς φανερῶς διηγόρευσεν, εἴ τις ἐκ τῆς τῶν Ἀρειανῶν αἱρέσεως βούλοιτο μετατίθεσθαι, ὁμολογῶν τὴν ἐν Νικαίᾳ πίστιν, τοῦτον προσίεσθαι, μηδὲν διακρινομένους ἐπ̓ αὐτῷ: καὶ τούτου τοῦ δόγματος κοινωνούς μοι παρεχομένου τούς τε τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐπισκόπους ἅπαντας, νομίζων ἀναγκαῖον εἶναι ἀκολουθεῖν ἀνδρὶ τοσούτῳ διὰ τὸ ἀξιόπιστον τῶν νομοθετησάντων, ὁμοῦ δὲ καὶ ἐπιθυμῶν τὸν τῆς εἰρηνοποιίας μισθὸν ὑποδέξασθαι, τοὺς ταύτην ὁμολογοῦντας τὴν πίστιν ἐγκατέτασσον τῇ μερίδι τῶν κοινωνικῶν. Δικαιότερον δὲ τὰ καθ̓ ἡμᾶς κρίνεσθαι μὴ ἐξ ἑνὸς δευτέρου τῶν μὴ ὀρθοποδούντων πρὸς τὴν ἀλήθειαν, ἀλλ̓ ἐκ τοῦ πλήθους τῶν κατὰ τὴν οἰκουμένην ἐπισκόπων συνημμένων ἡμῖν χάριτι τοῦ Κυρίου. ἐξετασθῶσι δὲ Πισίδαι, Λυκάονες, [p. 172] Ἰσαῦροι, Φρύγες ἑκάτεροι, Ἀρμενίων ὅσον ὑμῖν ἐστι πρόσοικον, Μακεδόνες, Ἀχαιοί, Ἰλλύριοι, Γάλλοι, Ἱσπανοί, Ἰταλία σύμπασα, Σικελιῶται, Ἄφροι, Αἰγύπτου τὸ ὑγιαῖνον, τῆς Συρίας ὁπόσον λείψανον οἵτινες πέμπουσί τε πρὸς ἡμᾶς γράμματα καὶ πάλιν δέχονται παῤ ἡμῶν. ὧν ἐστιν ὑμῖν ἔκ τε τῶν ἐκεῖθεν φερομένων γραμμάτων μαθεῖν καὶ ἐκ τῶν ἐντεῦθεν πάλιν ἀντιπεμπομένων αὐτοῖς διδαχθῆναι, ὅτι σύμψυχοι πάντες ἐσμέν, τὸ ἓν φρονοῦντες. ὥστε τὴν πρὸς ἡμᾶς κοινωνίαν ἀποδιδράσκων μὴ λανθανέτω ὑμῶν τὴν ἀκρίβειαν, πάσης ἑαυτὸν τῆς Ἐκκλησίας ἀπορρηγνύς. περιβλέψασθε, ἀδελφοί, πρὸς τίνας ἐστὶν ὑμῖν κοινωνία: ἐπειδὰν παῤ ἡμῶν μὴ δεχθῆτε, τίς λοιπὸν ὑμᾶς ἐπιγνώσεται; μὴ ἀγάγητε ἡμᾶς εἰς ἀνάγκην σκυθρωπόν τι βουλεύσασθαι περὶ τῆς φιλτάτης ἡμῖν ἐκκλησίας. μὴ ποιήσητέ με, νῦν ἐν τῇ καρδίᾳ κρύπτω τῇ ἐμαυτοῦ, κατ̓ ἐμαυτὸν στενάζων καὶ ὀδυρόμενος τοῦ καιροῦ τὴν κακότητα, ὅτι αἰτίας οὐκ οὔσης, αἱ μέγισται τῶν ἐκκλησιῶν, καὶ ἐκ παλαιοῦ πρὸς ἀλλήλας ἀδελφῶν τάξιν ἐπέχουσαι, αὗται νῦν διεστήκασι: μή με ποιήσητε ταῦτα πρὸς πάντας ὁμοῦ τοὺς κοινωνικοὺς ἀποδύρασθαι. μὴ ἐκβιάσησθέ με ἀφεῖναι ῥήματα, μέχρι τοῦ νῦν τῷ ἐκ τοῦ λογισμοῦ χαλινῷ κεκρυμμένα ἔχω παῤ ἐμαυτῷ. βέλτιόν ἐστιν ἡμᾶς ἐκποδῶν γενέσθαι, τὰς δὲ ἐκκλησίας ὁμονοεῖν πρὸς ἀλλήλας, διὰ τὰς μειρακιώδεις ἡμῶν μικροψυχίας κακὸν τοσοῦτον ἐπάγεσθαι τοῖς λαοῖς τοῦ Θεοῦ. ἐρωτήσατε τοὺς πατέρας [p. 174] ὑμῶν, καὶ ἀναγγελοῦσιν ὑμῖν, ὅτι εἰ καὶ τῇ θέσει τοῦ τόπου διῃρῆσθαι ἐδόκουν αἱ παροικίαι, ἀλλὰ τῷ γε φρονήματι ἓν ἦσαν, καὶ μιᾷ γνώμῃ ἐκυβερνῶντο. συνεχεῖς μὲν τοῦ λαοῦ αἱ ἐπιμιξίαι: συνεχεῖς δὲ τοῦ κλήρου ἐπιδημίαι: αὐτοῖς δὲ τοῖς ποιμέσι τοσοῦτον περιῆν τῆς πρὸς ἀλλήλους ἀγάπης, ὥστε ἑκάτερον αὐτῶν διδασκάλῳ τῷ ἑτέρῳ καὶ ἡγεμόνι χρῆσθαι εἰς τὰ πρὸς Κύριον.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: